Thesauros Edebiyat Hitabet Παναθηναικός

Παναθηναικός

Παναθηναικός Isocrates
164 τοῦτον δʼ εἴρηκα τὸν λόγον οὐκ αὐτὸς εὑρών, ἀλλʼ ἐκ τῶν ἐκείνοις πεπραγμένων συλλογισάμενος. ὁρῶντες γὰρ τὰς μὲν ἄλλας πόλεις ἐν πολλοῖς κακοῖς καὶ πολέμοις καὶ ταραχαῖς οὔσας, τὴν δʼ αὑτῶν μόνην καλῶς διοικουμένην, οὐχ ἡγήσαντο δεῖν τοὺς ἄμεινον τῶν ἄλλων φρονοῦντας καὶ πράττοντας ἀμελεῖν οὐδὲ περιορᾶν τὰς τῆς αὐτῆς συγγενείας μετεχούσας ἀπολλυμένας, ἀλλὰ σκεπτέον εἶναι καὶ πρακτέον ὅπως ἁπάσας ἀπαλλάξουσι τῶν κακῶν τῶν παρόντων.
165 ταῦτα δὲ διανοηθέντες τῶν μὲν ἧττον νοσουσῶν πρεσβείαις καὶ λόγοις ἐξαιρεῖν ἐπειρῶντο τὰς διαφοράς, εἰς δὲ τὰς μᾶλλον στασιαζούσας ἐξέπεμπον τῶν πολιτῶν τοὺς μεγίστην παρʼ αὐτοῖς δόξαν ἔχοντας, οἳ περί τε τῶν παρόντων πραγμάτων αὐταῖς συνεβούλευον καὶ συγγιγνόμενοι τοῖς τε μὴ δυναμένοις ἐν ταῖς αὑτῶν ζῆν καὶ τοῖς χεῖρον γεγονόσιν ὧν οἱ νόμοι προστάττουσιν, οἵπερ ὡς ἐπὶ τὸ πολὺ λυμαίνονται τὰς πόλεις, ἔπειθον μεθʼ αὑτῶν στρατεύεσθαι καὶ βίον ζητεῖν βελτίω τοῦ παρόντος.
166 πολλῶν δὲ γιγνομένων τῶν ταῦτα βουλομένων καὶ πειθομένων, στρατόπεδα συνιστάντες ἐξ αὐτῶν, τούς τε τὰς νήσους κατέχοντας τῶν βαρβάρων καὶ τοὺς ἐφʼ ἑκατέρας τῆς ἠπείρου τὴν παραλίαν κατοικοῦντας καταστρεφόμενοι, καὶ πάντας ἐκβαλόντες, τοὺς μάλιστα βίου δεομένους τῶν Ἑλλήνων κατῴκιζον. καὶ ταῦτα πράττοντες καὶ τοῖς ἄλλοις ὑποδεικνύοντες διετέλουν, ἕως ἤκουσαν Σπαρτιάτας τὰς πόλεις τὰς ἐν Πελοποννήσῳ κατοικούσας, ὥσπερ εἶπον, ὑφʼ αὑτοῖς πεποιημένους· μετὰ δὲ ταῦτα τοῖς ἰδίοις ἠναγκάζοντο προσέχειν τὸν νοῦν.

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi