Thesauros Edebiyat Hitabet Παναθηναικός

Παναθηναικός

Παναθηναικός Isocrates
143 ἃς ἐκεῖνοι μισήσαντες καὶ τοὺς ἔχοντας αὐτάς, ἐποιοῦντο συμβούλους καὶ προστάτας οὐ τοὺς τυχόντας ἀλλὰ τοὺς βελτίστους καὶ φρονιμωτάτους καὶ κάλλιστα βεβιωκότας, καὶ τοὺς αὐτοὺς τούτους στρατηγοὺς ᾑροῦντο καὶ πρέσβεις, εἴ που δεήσειεν, ἔπεμπον, καὶ πάσας τὰς ἡγεμονίας τὰς τῆς πόλεως αὐτοῖς παρεδίδοσαν, νομίζοντες τοὺς ἐπὶ τοῦ βήματος βουλομένους καὶ δυναμένους τὰ βέλτιστα συμβουλεύειν, τούτους καὶ καθʼ αὑτοὺς γενομένους ἐν ἅπασι τοῖς τόποις καὶ περὶ ἁπάσας τὰς πράξεις τὴν αὐτὴν γνώμην ἕξειν· ἅπερ αὐτοῖς συνέβαινεν.
144 διὰ γὰρ τὸ ταῦτα γιγνώσκειν ἐν ὀλίγαις ἡμέραις ἑώρων τούς τε νόμους ἀναγεγραμμένους, οὐχ ὁμοίους τοῖς νῦν κειμένοις, οὐδὲ τοσαύτης ταραχῆς καὶ τοσούτων ἐναντιώσεων μεστοὺς ὥστε μηδέν ἂν δυνηθῆναι συνιδεῖν μήτε τοὺς χρησίμους μήτε τοὺς ἀχρήστους αὐτῶν, ἀλλὰ πρῶτον μὲν ὀλίγους, ἱκανοὺς δὲ τοῖς χρῆσθαι μέλλουσι καὶ ῥᾳδίους συνιδεῖν, ἔπειτα δικαίους καὶ συμφέροντας καὶ σφίσιν αὐτοῖς ὁμολογουμένους, καὶ μᾶλλον ἐσπουδασμένους τοὺς περὶ τῶν κοινῶν ἐπιτηδευμάτων ἢ τοὺς περὶ τῶν ἰδίων συμβολαίων, οἵους περ εἶναι χρὴ παρὰ τοῖς καλῶς πολιτευομένοις.

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi