140
μηδὲ περιόψονται πρὸς τὰ τῆς πόλεως προσιόντας τοὺς ὁμολογουμένως ὄντας πονηρούς, μηδʼ ἀνέξονται τὴν φωνὴν τῶν τὰ μὲν σώματα τὰ σφέτερʼ αὐτῶν ἐπονειδίστως διατιθεμένων, συμβουλεύειν δὲ τοῖς ἄλλοις ἀξιούντων ὃν τρόπον τὴν πόλιν διοικοῦντες σωφρονοῖεν ἂν καὶ βέλτιον πράττομεν, μηδὲ τῶν ἃ μὲν παρὰ τῶν πατέρων παρέλαβον εἰς αἰσχρὰς ἡδονὰς ἀνηλωκότων, ἐκ δὲ τῶν κοινῶν ταῖς ἰδίαις ἀπορίαις βοηθεῖν ζητούντων, μηδὲ τῶν πρὸς χάριν μὲν ἀεὶ λέγειν γλιχομένων, εἰς πολλὰς δʼ ἀηδίας καὶ λύπας τοὺς πειθομένους ἐμβαλλόντων,
141
ἀλλὰ τούς τε τοιούτους ἅπαντας ἀπείργειν ἀπὸ τοῦ συμβουλεύειν ἕκαστος οἰήσεται δεῖν, καὶ πρὸς τούτοις ἐκείνους, τοὺς τὰ μὲν τῶν ἄλλων κτήματα τῆς πόλεως εἶναι φάσκοντας, τὰ δὲ ταύτης ἴδια κλέπτειν καὶ διαρπάζειν τολμῶντας, καὶ φιλεῖν μὲν τὸν δῆμον προσποιουμένους, ὑπὸ δὲ τῶν ἄλλων ἁπάντων αὐτὸν μισεῖσθαι ποιοῦντας, καὶ λόγῳ μὲν δεδιότας ὑπὲρ τῶν Ἑλλήνων,
142
ἔργῳ δὲ λυμαινομένους καὶ συκοφαντοῦντας καὶ διατιθέντας αὐτοὺς οὕτω πρὸς ἡμᾶς, ὥστε τῶν πόλεων τὰς εἰς τὸν πόλεμον καθισταμένας ἥδιον ἂν καὶ θᾶττον ἐνίας εἰσδέξασθαι τοὺς πολιορκοῦντας ἢ τὴν παρʼ ἡμῶν βοήθειαν. ἀπείποι δʼ ἄν τις γράφων, εἰ πάσας τὰς κακοηθείας καὶ πονηρίας ἐξαριθμεῖν ἐπιχειρήσειεν.