Thesauros Edebiyat Hitabet Φίλιππος

Φίλιππος

Φίλιππος Isocrates
117 ἀλλὰ καὶ τῶν θεῶν τοὺς μὲν τῶν ἀγαθῶν αἰτίους ἡμῖν ὄντας Ὀλυμπίους προσαγορευομένους, τοὺς δʼ ἐπὶ ταῖς συμφοραῖς καὶ ταῖς τιμωρίαις τεταγμένους δυσχερεστέρας τὰς ἐπωνυμίας ἔχοντας, καὶ τῶν μὲν καὶ τοὺς ἰδιώτας καὶ τὰς πόλεις καὶ νεὼς καὶ βωμοὺς ἱδρυμένους, τοὺς δʼ οὔτʼ ἐν ταῖς εὐχαῖς οὔτʼ ἐν ταῖς θυσίαις τιμωμένους, ἀλλʼ ἀποπομπὰς αὐτῶν ἡμᾶς ποιουμένους.
118 ὧν ἐνθυμούμενον ἐθίζειν σαυτὸν χρή, καὶ μελετᾶν ὅπως ἔτι μᾶλλον ἢ νῦν τοιαύτην ἅπαντες περὶ σοῦ τὴν γνώμην ἕξουσιν. χρὴ δὲ τοὺς μείζονος δόξης τῶν ἄλλων ἐπιθυμοῦντας περιβάλλεσθαι μὲν τῇ διανοίᾳ τὰς πράξεις δυνατὰς μέν, εὐχῇ δʼ ὁμοίας, ἐξεργάζεσθαι δὲ ζητεῖν αὐτὰς ὅπως ἂν οἱ καιροὶ παραδιδῶσιν.
119 ἐκ πολλῶν δʼ ἂν κατανοήσειας ὅτι δεῖ τοῦτον τὸν τρόπον πράττειν, μάλιστα δʼ ἐκ τῶν Ἰάσονι συμβάντων. ἐκεῖνος γὰρ οὐδὲν τοιοῦτον οἷον σὺ κατεργασάμενος μεγίστης δόξης ἔτυχεν, οὐκ ἐξ ὧν ἔπραξεν, ἀλλʼ ἐξ ὧν ἔφησεν· ἐποιεῖτο γὰρ τοὺς λόγους ὡς εἰς τὴν ἤπειρον διαβησόμενος καὶ βασιλεῖ πολεμήσων.
120 ὅπου δʼ Ἰάσων λόγῳ μόνον χρησάμενος οὕτως αὑτὸν ηὔξησεν, ποίαν τινὰ χρὴ προσδοκᾶν περὶ σοῦ γνώμην αὐτοὺς ἕξειν, ἢν ἔργῳ ταῦτα πράξῃς, καὶ μάλιστα μὲν πειραθῇς ὅλην τὴν βασιλείαν ἑλεῖν, εἰ δὲ μή, χώραν ὅτι πλείστην ἀφορίσασθαι καὶ διαλαβεῖν τὴν Ἀσίαν, ὡς λέγουσί τινες, ἀπὸ Κιλικίας μέχρι Σινώπης, πρὸς δὲ τούτοις κτίσαι πόλεις ἐπὶ τούτῳ τῷ τόπῳ, καὶ κατοικίσαι τοὺς νῦν πλανωμένους διʼ ἔνδειαν τῶν καθʼ ἡμέραν καὶ λυμαινομένους οἷς ἂν ἐντύχωσιν.

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi