Thesauros Edebiyat Hitabet Ἀρχίδαμος

Ἀρχίδαμος

Ἀρχίδαμος Isocrates
16 πρῶτον μὲν οὖν οἶμαι δεῖν διαλεχθῆναι πρὸς ὑμᾶς ὃν τρόπον ἐκτησάμεθα Μεσσήνην καὶ διʼ ἃς αἰτίας ἐν Πελοποννήσῳ κατῳκήσατε Δωριεῖς τὸ παλαιὸν ὄντες. διὰ τοῦτο δὲ προλήψομαι πορρωτέρωθεν, ἵνʼ ἐπίστησθε ὅτι ταύτην ὑμᾶς τὴν χώραν ἐπιχειροῦσιν ἀποστερεῖν, ἣν ὑμεῖς οὐδὲν ἧττον ἢ τὴν ἄλλην Λακεδαίμονα κέκτησθε δικαίως.
17 ἐπειδὴ γὰρ Ἡρακλῆς μετήλλαξε τὸν βίον θεὸς ἐκ θνητοῦ γενόμενος, κατὰ μὲν ἀρχὰς οἱ παῖδες αὐτοῦ διὰ τὴν τῶν ἐχθρῶν δύναμιν ἐν πολλοῖς πλάνοις καὶ κινδύνοις ἦσαν, τελευτήσαντος δʼ Εὐρυσθέως κατῴκησαν ἐν Δωριεῦσιν. ἐπὶ δὲ τρίτης γενεᾶς ἀφίκοντο εἰς Δελφούς, χρήσασθαι τῷ μαντείῳ περί τινων βουληθέντες. ὁ δὲ θεὸς περὶ μὲν ὧν ἐπηρώτησαν οὐκ ἀνεῖλεν, ἐκέλευσε δʼ αὐτοὺς ἐπὶ τὴν πατρῴαν ἰέναι χώραν.
18 σκοπούμενοι δὲ τὴν μαντείαν, εὕρισκον Ἄργος μὲν κατʼ ἀγχιστείαν αὑτῶν γιγνόμενον (Εὐρυσθέως γὰρ ἀποθανόντος μόνοι Περσειδῶν ἦσαν καταλελειμμένοι), Λακεδαίμονα δὲ κατὰ δόσιν (ἐκβληθεὶς γὰρ Τυνδάρεως ἐκ τῆς ἀρχῆς, ἐπειδὴ Κάστωρ καὶ Πολυδεύκης ἐξ ἀνθρώπων ἠφανίσθησαν, καταγαγόντος αὐτὸν Ἡρακλέους δίδωσιν αὐτῷ τὴν χώραν διά τε τὴν εὐεργεσίαν ταύτην καὶ διὰ τὴν συγγένειαν τὴν πρὸς τοὺς παῖδας),
19 Μεσσήνην δὲ δοριάλωτον ληφθεῖσαν (συληθεὶς γὰρ Ἡρακλῆς τὰς βοῦς τὰς ἐκ τῆς Ἐρυθείας ὑπὸ Νηλέως καὶ τῶν παίδων, πλὴν ὑπὸ Νέστορος, λαβὼν αὐτὴν αἰχμάλωτον τοὺς μὲν ἀδικήσαντας ἀπέκτεινεν, Νέστορι δὲ παρακατατίθεται τὴν πόλιν, νομίσας αὐτὸν εὖ φρονεῖν ὅτι νεώτατος ὢν οὐ συνεξήμαρτε τοῖς ἀδελφοῖς).

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi