Thesauros Edebiyat Hitabet Εὐαγόρας

Εὐαγόρας

Εὐαγόρας Isocrates
46 ὅλως οὐδὲν παραλείπων ὧν προσεῖναι δεῖ τοῖς βασιλεῦσιν, ἀλλʼ ἐξ ἑκάστης τῆς πολιτείας ἐξειλεγμένος τὸ βέλτιστον, καὶ δημοτικὸς μὲν ὢν τῇ τοῦ πλήθους θεραπείᾳ, πολιτικὸς δὲ τῇ τῆς πόλεως ὅλης διοικήσει, στρατηγικὸς δὲ τῇ πρὸς τοὺς κινδύνους εὐβουλίᾳ, τυραννικὸςτυραννικὸς ΘΛ· μεγαλόφρων ΓΔ. δὲ τῷ πᾶσι τούτοις διαφέρειν. καὶ ταῦθʼ ὅτι προσῆν Εὐαγόρᾳ, καὶ πλείω τούτων, ἐξ αὐτῶν τῶν ἔργων ῥᾴδιον καταμαθεῖν.
47 παραλαβὼν γὰρ τὴν πόλιν ἐκβεβαρβαρωμένην καὶ διὰ τὴν Φοινίκων ἀρχὴν οὔτε τοὺς Ἕλληνας προσδεχομένην οὔτε τέχνας ἐπισταμένην οὔτʼ ἐμπορίῳ χρωμένην οὔτε λιμένα κεκτημένην ταῦτά τε πάντα διώρθωσε καὶ πρὸς τούτοις καὶ χώραν πολλὴν προσεκτήσατο καὶ τείχη προσπεριεβάλετο καὶ τριήρεις ἐναυπηγήσατο καὶ ταῖς ἄλλαις κατασκευαῖς οὕτως ηὔξησε τὴν πόλιν ὥστε μηδεμιᾶς τῶν Ἑλληνίδων ἀπολελεῖφθαι, καὶ δύναμιν τοσαύτην ἐνεποίησεν ὥστε πολλοὺς φοβεῖσθαι τῶν πρότερον καταφρονούντων αὐτῆς.
48 καίτοι τηλικαύτας ἐπιδόσεις τὰς πόλεις λαμβάνειν οὐχ οἷόν τʼ ἐστίν, ἢν μὴ τις αὐτὰς διοικῇ τοιούτοις ἤθεσιν οἵοις Εὐαγόρας μὲν εἶχεν ἐγὼ δʼ ὀλίγῳ πρότερον ἐπειράθην διελθεῖν. ὥστʼ οὐ δέδοικα μὴ φανῶ μείζω λέγων τῶν ἐκείνῳ προσόντων, ἀλλὰ μὴ πολὺ λίαν ἀπολειφθῶ τῶν πεπραγμένων αὐτῷ.

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi