Thesauros Edebiyat Hitabet Πρὸς Νικόκλεα

Πρὸς Νικόκλεα

Πρὸς Νικόκλεα Isocrates
40 καὶ μὴ θαυμάσῃς,θαυμάσῃς Baiter: θαύμαζε MSS. εἰ πολλὰ τῶν λεγομένων ἐστὶν ἃ καὶ σὺ γιγνώσκεις· οὐδὲ γὰρ ἐμὲ τοῦτο παρέλαθεν, ἀλλʼ ἠπιστάμην ὅτι τοσούτων ὄντων τὸ πλῆθος καὶ τῶν ἄλλων καὶ τῶν ἀρχόντων οἱ μέν τι τούτων εἰρήκασιν, οἱ δʼ ἀκηκόασιν, οἱ δʼ ἑτέρους ποιοῦντας ἑωράκασιν, οἱ δʼ αὐτοὶ τυγχάνουσιν ἐπιτηδεύοντες.
41 ἀλλὰ γὰρ οὐκ ἐν τοῖς λόγοις χρὴ τούτοιςἐν τοῖς λόγοις χρὴ τούτοις Γ· ἐν τοῖς λόγοις χρὴ περὶ τῶν ἐπιτηδευμάτων vulg. ζητεῖν τὰς καινότητας, ἐν οἷς οὔτε παράδοξον οὔτʼ ἄπιστον οὔτʼ ἔξω τῶν νομιζομένων οὐδὲν ἔξεστιν εἰπεῖν, ἀλλʼ ἡγεῖσθαι τοῦτον χαριέστατον, ὃς ἂν τῶν διεσπαρμένων ἐν ταῖς τῶν ἄλλων διανοίαις ἀθροῖσαι τὰ πλεῖστα δυνηθῇ καὶ φράσαι κάλλιστα περὶ αὐτῶν.
42 ἐπεὶ κἀκεῖνό μοι πρόδηλον ἦν, ὅτι τὰ συμβουλεύοντα καὶ τῶν ποιημάτων καὶ τῶν συγγραμμάτων μάτων χρησιμώτατα μὲν ἅπαντες νομίζουσιν, οὐ μὴν ἥδιστά γʼ αὐτῶν ἀκούουσιν, ἀλλὰ πεπόνθασιν ὅπερ πρὸς τοὺς νουθετοῦντας· καὶ γὰρ ἐκείνους ἐπαινοῦσι μέν, πλησιάζειν δὲ βούλονται τοῖς συνεξαμαρτάνουσιν ἀλλʼ οὐ τοῖς ἀποτρέπουσιν.
43 σημεῖον δʼ ἄν τις ποιήσαιτο τὴν Ἡσιόδου καὶ Θεόγνιδος καὶ Φωκυλίδου ποίησιν· καὶ γὰρ τούτους φασὶ μὲν ἀρίστους γεγενῆσθαι συμβούλους τῶ βίῳ τῷ τῶν ἀνθρώπων, ταῦτα δὲ λέγοντες αἱροῦνται συνδιατρίβειν ταῖς ἀλλήλων ἀνοίαις μᾶλλον ἢ ταῖς ἐκείνων ὑποθήκαις.
44 ἔτι δʼ εἴ τις ἐκλέξειε τῶν προεχόντων ποιητῶν τὰς καλουμένας γνώμας, ἐφʼ αἷς ἐκεῖνοι μάλιστʼ ἐσπούδασαν, ὁμοίως ἂν καὶ πρὸς ταύτας διατεθεῖεν· ἥδιον γὰρ ἂν κωμῳδίας τῆς φαυλοτάτης ἢ τῶν οὕτω τεχνικῶς πεποιημένων ἀκούσαιεν.

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi