Thesauros Edebiyat Hitabet Πλαταικός

Πλαταικός

Πλαταικός Isocrates
26 ἀλλὰ μὴν οὐδʼ ἐκεῖνό γʼ ἕξουσι λέγειν, ὡς αὐτοὶ μέν, μεθʼ ὧν ἂν γένωνται, πιστοὶ διατελοῦσιν ὄντες, ἡμᾶς δʼ ἄξιον φοβεῖσθαι, μὴ κομισάμενοι τὴν χώραν πρὸς Λακεδαιμονίους ἀποστῶμεν· εὑρήσετε γὰρ ἡμᾶς μὲν δὶς ἐκπεπολιορκημένους ὑπὲρ τῆς φιλίας τῆς ὑμετέρας, τούτους δὲ πολλάκις εἰς ταύτην τὴν πόλιν ἐξημαρτηκότας.
27 καὶ τὰς μὲν παλαιὰς προδοσίας πολὺ ἂν ἔργον εἴη λέγειν· γενομένου δὲ τοῦ Κορινθιακοῦ πολέμου διὰ τὴν ὕβριν τὴν τούτων, καὶ Λακεδαιμονίων μὲν ἐπʼ αὐτοὺς στρατευσάντων, διʼ ὑμᾶς δὲ σωθέντες οὐχ ὅπως τούτων χάριν ἀπέδοσαν, ἀλλʼ ἐπειδὴ διελέλυσθεδιελέλυσθε Γ· διελύσασθε Ε· διελύεσθε Priscian, read by Blass. τὸν πόλεμον, ἀπολιπόντες ὑμᾶς εἰς τὴν Λακεδαιμονίων συμμαχίαν εἰσῆλθον.
28 καὶ Χῖοι μὲν καὶ Μυτιληναῖοι καὶ Βυζάντιοι συμπαρέμειναν, οὗτοι δὲ τηλικαύτην πόλιν οἰκοῦντες οὐδὲ κοινοὺς σφᾶς αὐτοὺς παρασχεῖν ἐτόλμησαν, ἀλλʼ εἰς τοῦτʼ ἀνανδρίας καὶ πονηρίας ἦλθον, ὥστʼ ὤμοσαν ἦ μὴν ἀκολουθήσειν μετʼ ἐκείνων ἐφʼ ὑμᾶς τοὺς διασώσαντας τὴν πόλιν αὐτῶν· ὑπὲρ ὧν δόντες τοῖς θεοῖς δίκην καὶ τῆς Καδμείας καταληφθείσης ἠναγκάσθησαν ἐνθάδε καταφυγεῖν. ὅθεν καὶ μάλιστʼ ἐπεδείξαντο τὴν αὑτῶν ἀπιστίαν·

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi