Thesauros Edebiyat Hitabet Πλαταικός

Πλαταικός

Πλαταικός Isocrates
5 πολὺ δὲ μάλιστʼ ἀγανακτοῦμεν ὅτι τοσούτου δέομεν τῶν ἴσων ἀξιοῦσθαι τοῖς ἄλλοις Ἕλλησιν, ὥστʼ εἰρήνης οὔσης καὶ συνθηκῶν γεγενημένων οὐχ ὅπως τῆς κοινῆς ἐλευθερίας μετέχομεν, ἀλλʼ οὐδὲ δουλείας μετρίας τυχεῖν ἠξιώθημεν.
6 δεόμεθʼ οὖν ὑμῶν, ὦ ἄνδρες Ἀθηναῖοι, μετʼ εὐνοίας ἀκροάσασθαι τῶν λεγομένων, ἐνθυμηθέντας ὅτι πάντων ἂν ἡμῖν ἀλογώτατον εἴη συμβεβηκός, εἰ τοῖς μὲν ἅπαντα τὸν χρόνον δυσμενῶς πρὸς τὴν πόλιν ὑμῶν διακειμένοις αἴτιοι γεγένησθε τῆς ἐλευθερίας, ἡμεῖς δὲ μηδʼ ἱκετεύοντες ὑμᾶς τῶν αὐτῶν τοῖς ἐχθίστοις τύχοιμεν.
7 περὶ μὲν οὖν τῶν γεγενημένων οὐκ οἶδʼ ὅ τι δεῖ μακρολογεῖν· τίς γὰρ οὐκ οἶδεν ὅτι καὶ τὴν χώραν ἡμῶν κατανενέμηνται καὶ τὴν πόλιν κατεσκάφασιν; ἃ δὲ λέγοντες ἐλπίζουσιν ἐξαπατήσειν ὑμᾶς, περὶ τούτων πειρασόμεθα διδάσκειν.
8 ἐνίοτε μὲν γὰρ ἐπιχειροῦσι λέγειν, ὡς διὰ τοῦτο πρὸς ἡμᾶς οὕτω προσηνέχθησαν, ὅτι συντελεῖν αὐτοῖς οὐκ ἠθέλομεν. ὑμεῖς δʼ ἐνθυμεῖσθε πρῶτον μὲν εἰ δίκαιόν ἐστιν ὑπὲρ τηλικούτων ἐγκλημάτων οὕτως ἀνόμους καὶ δεινὰς ποιεῖσθαι τὰς τιμωρίας, ἔπειτʼ εἰ προσήκειν ὑμῖν δοκεῖ μὴ πεισθεῖσαν τὴν Πλαταιέων πόλιν, ἀλλὰ βιασθεῖσαν Θηβαίοις συντελεῖν. ἐγὼ μὲν γὰρ οὐδένας ἡγοῦμαι τολμηροτέρους εἶναι τούτων, οἵτινες τὰς μὲν ἰδίας ἡμῶν ἑκάστων πόλεις ἀφανίζουσι, τῆς δὲ σφετέρας αὐτῶν πολιτείας οὐδὲν δεομένους κοινωνεῖν ἀναγκάζουσιν.

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi