43
καίτοι κατὰ τὸν σὸν λόγον δυοῖν τοῖν αἰσχίστοιν οὐ διαμαρτάνουσιν· εἰ μὲν γὰρ μηδὲν δέονται χρηστοὺς αὐτοὺς εἶναι, χείρους εἰσὶ τῶν ἀνθρώπων τὴν διάνοιαν, εἰ δὲ βούλονται μέν, ἀποροῦσι δʼ ὅπως ποιήσωσιν, ἐλάττω τῶν σοφιστῶν τὴν δύναμιν ἔχουσιν.
44
πολλῶν δʼ ἐνόντων εἰπεῖν ἐξ ὧν ἄν τις καὶ τὸν ἔπαινον καὶ τὴν ἀπολογίαν μηκύνειεν, οὐχ ἡγοῦμαι δεῖν μακρολογεῖν· οὐ γὰρ ἐπίδειξιν τοῖς ἄλλοις ποιούμενος, ἀλλʼ ὑποδεῖξαί σοι βουλόμενος ὡς χρὴ τούτων ἑκάτερον ποιεῖν, διείλεγμαι περὶ αὐτῶν, ἐπεὶ τόν γε λόγον ὃν σὺ γέγραφας, οὐκ ἀπολογίαν ὑπὲρ Βουσίριδος, ἀλλʼ ὁμολογίαν τῶν ἐπικαλουμένων δικαίως ἄν τις εἶναι νομίσειεν.
45
οὐ γὰρ ἀπολύεις αὐτὸν τῶν αἰτιῶν, ἀλλʼ ἀποφαίνεις ὡς καὶ τῶν ἄλλων τινὲς ταὐτὰ πεποιήκασι, ῥᾳθυμοτάτην τοῖς ἁμαρτάνουσιν εὑρίσκων καταφυγήν. εἰ γὰρ τῶν μὲν ἀδικημάτων μὴ ῥᾴδιον εὑρεῖν ὃ μήπω τυγχάνει γεγενημένον, τοὺς δʼ ἐφʼ ἑκάστοις αὐτῶν ἁλισκομένους μηδὲν ἡγοίμεθα δεινὸν ποιεῖν, ὅταν ἕτεροι ταὐτὰ φαίνωνται διαπεπραγμένοι, πῶς οὐκ ἂν καὶ τὰς ἀπολογίας ἅπασι ῥᾳδίας ποιήσαιμεν, καὶ τοῖς βουλομένοις εἶναι πονηροῖς πολλὴν ἐξουσίαν παρασκευάσαιμεν;
46
μάλιστα δʼ ἂν κατίδοις τὴν εὐήθειαν τῶν εἰρημένων ἐπὶ σαυτοῦ θεωρήσας. ἐνθυμήθητι γάρ· εἰ μεγάλων καὶ δεινῶν αἰτιῶν περὶ σὲ γεγονυιῶν τοῦτόν τις τὸν τρόπον σοι συνείποι, πῶς ἂν διατεθείης; ἐγὼ μὲν γὰρ οἶδʼ ὅτι μᾶλλον ἂν αὐτὸν μισήσειας ἢ τοὺς κατηγοροῦντας. καίτοι πῶς οὐκ αἰσχρὸν τοιαύτας ὑπὲρ τῶν ἄλλων ποιεῖσθαι τὰς ἀπολογίας, ἐφʼ αἷς ὑπὲρ σαυτοῦ λεγομέναις μάλιστʼ ἂν ὀργισθείης;