Thesauros Edebiyat Hitabet Αἰγητικὸς

Αἰγητικὸς

Αἰγητικὸς Isocrates
20 μετὰ δὲ ταῦτα φυγῆς ἡμῖν γενομένης ἐκ τῆς πόλεως μετὰ τοιούτου θορύβου καὶ δέους ὥστʼ ἐνίους καὶ τῶν σφετέρων αὐτῶν ἀμελεῖν, οὐδʼ ἐν τούτοις τοῖς κακοῖς ἠγάπησα, εἰ τοὺς οἰκείους τοὺς ἐμαυτοῦ διασῶσαι δυνηθείην, ἀλλʼ εἰδὼς Σώπολιν μὲν ἀποδημοῦντα, αὐτὸν δʼ ἐκεῖνον ἀρρώστως διακείμενον, συνεξεκόμισʼ αὐτῷ καὶ τὴν μητέρα καὶ τὴν ἀδελφὴν καὶ τὴν οὐσίαν ἅπασαν. καίτοι τίνα δικαιότερον αὐτὴν ἔχειν προσήκει ἢἔχειν προσήκει ἢ Ξ vulg. ἔχειν ἢ Λς Blass. τὸν τότε μὲν συνδιασώσαντα, νῦν δὲ παρὰ τῶν κυρίων εἰληφότα;
21 τὰ μὲν τοίνυν εἰρημένʼ ἐστὶν ἐν οἷς ἐκινδύνευσα μὲν, φλαῦρον δʼ οὐδὲν ἀπέλαυσα· ἔχω δὲ καὶ τοιαῦτʼ εἰπεῖν, ἐξ ὧν ἐκείνῳ χαριζόμενος αὐτὸς ταῖς μεγίσταις συμφοραῖς περιέπεσον. ἐπειδὴ γὰρ ἤλθομεν εἰς Μῆλον, αἰσθόμενος, ὅτι μέλλοιμεν αὐτοῦ καταμένειν, μένειν, ἐδεῖτό μου συμπλεῖν εἰς Τροιζῆνα καὶ μηδαμῶς αὐτὸν ἀπολιπεῖν, λέγων τὴν ἀρρωστίαν τοῦ σώματος καὶ τὸ πλῆθος τῶν ἐχθρῶν, καὶ ὅτι χωρὶς ἐμοῦ γενόμενος οὐδὲν ἕξοι χρῆσθαι τοῖς αὑτοῦ πράγμασιν.
22 φοβουμένης δὲ τῆς μητρός, ὅτι τὸ χωρίον ἐπυνθάνετο νοσῶδες εἶναι, καὶ τῶν ξένων συμβουλευόντων αὐτοῦ μένειν, ὅμως ἔδοξεν ἡμῖν ἐκείνῳ χαριστέον εἶναι. καὶ μετὰ ταῦτʼ οὐκ ἔφθημεν εἰς Τροιζῆνʼ ἐλθόντες καὶ τοιαύταις νόσοις ἐλήφθημεν, ἐξ ὧν αὐτὸς μὲν παρὰ μικρὸν ἦλθον ἀποθανεῖν, ἀδελφὴν δὲ κόρην τετρακαιδεκέτιν γεγονυῖαν ἐντὸς τριάκονθʼ ἡμερῶν κατέθαψα, τὴν δὲ μητέρʼ οὐδὲ πένθʼ ἡμέραις ἐκείνης ὕστερον. καίτοι τίνʼ οἴεσθέ με γνώμην ἔχειν τοσαύτης μοι μεταβολῆς τοῦ βίου γεγενημένης;

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi