33
ἐνθυμεῖσθε δʼ ὅτι τὸ μὲν ταύτης μέρος οὔτʼ ἐν τῇ νόσῳ θεραπείας ἔτυχεν οὔτʼ ἀποθανὼν τῶν νομιζομένων ἠξιώθη, διʼ ἐμὲ δʼ ἀμφότερα ταῦτʼ αὐτῷ γεγένηται. καίτοι δίκαιόν ἐστιν ὑμᾶς τὴν ψῆφον φέρειν, οὐκ εἴ τινες γένει μέν φασι προσήκειν, ἐν δὲ τοῖς ἔργοις ὅμοιοι τοῖς ἐχθροῖς γεγόνασιν, ἀλλὰ πολὺ μᾶλλον ὅσοι μηδὲν ὄνομα συγγενείας ἔχοντες οἰκειοτέρους σφᾶς αὐτοὺς ἐν ταῖς συμφοραῖς τῶν ἀναγκαίων παρέσχον.
34
λέγουσι δʼ ὡς τὰς μὲν διαθήκας οὐκ ἀπιστοῦσι Θρασύλοχον καταλιπεῖν, οὐ μέντοι καλῶς οὐδʼ ὀρθῶς φασὶν αὐτὰς ἔχειν. καίτοι, ὦ ἄνδρες Αἰγινῆται, πῶς ἄν τις ἄμεινον ἢ μᾶλλον συμφερόντως περὶ τῶν αὑτοῦ πραγμάτων ἐβουλεύσατο; ὃς οὔτʼ ἔρημον τὸν οἶκον κατέλιπε τοῖς τε φίλοις χάριν ἀπέδωκεν, ἔτι δὲ τὴν μητέρα καὶ τὴν ἀδελφὴν οὐ μόνον τῶν αὑτοῦ κυρίας ἀλλὰ καὶ τῶν ἐμῶν κατέστησε, τὴν μὲν ἐμοὶ συνοικίσας, τῇ δʼ υἱόν μʼ εἰσποιήσας;
35
ἆρʼ ἂν ἐκείνως ἄμεινον ἔπραξεν, εἰ μήτε τῆς μητρὸς τὸν ἐπιμελησόμενον κατέστησε, μήτʼ ἐμοῦ μηδεμίαν μνείαν ἐποιήσατο, τὴν δʼ ἀδελφὴν ἐπὶ τῇ τύχῃ κατέλιπε, καὶ τὸν οἶκον ἀνώνυμον τὸν αὑτοῦ περιεῖδε γενόμενον;
36
ἀλλὰ γὰρ ἴσως ἀνάξιος ἦν υἱὸς εἰσποιηθῆναι Θρασυλόχῳ καὶ λαβεῖν αὐτοῦ τὴν ἀδελφήν. ἀλλὰ πάντες ἂν μαρτυρήσειαν Σίφνιοι τοὺς προγόνους τοὺς ἐμοὺς καὶ γένει καὶ πλούτῳ καὶ δόξῃ καὶ τοῖς ἄλλοις ἅπασι πρώτους εἶναι τῶν πολιτῶν. τίνες γὰρ ἢ μειζόνων ἀρχῶν ἠξιώθησαν ἢ πλείω χρήματʼ εἰσήνεγκαν ἢ κάλλιον ἐχορήγησαν ἢ μεγαλοπρεπέστερον τὰς ἄλλας λῃτουργίας ἐλῃτούργησαν; ἐκ ποίας δʼ οἰκίας τῶν ἐν Σίφνῳ πλείους βασιλεῖς γεγόνασιν;