48
δέομαι δʼ οὖν ὑμῶν βοηθῆσαί μοι καὶ μὴ περιιδεῖν ὑπὸ τῶν ἐχθρῶν ὑβρισθέντα μηδὲ τῆς πατρίδος στερηθέντα μηδʼ ἐπὶ τοιαύταις τύχαις περίβλεπτον γενόμενον. δικαίως δʼ ἂν ὑφʼ ὑμῶν ἐξ αὐτῶν τῶν ἔργων ἐλεηθείην, εἰ καὶ τῷ λόγῳ τυγχάνω μὴ δυνάμενος ἐπὶ τοῦθʼ ὑμᾶς ἄγειν, εἴπερ χρὴ τούτους ἐλεεῖν, τοὺς ἀδίκως μὲν κινδυνεύοντας, περὶ δὲ τῶν μεγίστων ἀγωνιζομένους, ἀναξίως δʼ αὑτῶν καὶ τῶν προγόνων πράττοντας, πλείστων δὲ χρημάτων ἀπεστερημένους καὶ μεγίστῃ μεταβολῇ τοῦ βίου κεχρημένους.
49
πολλὰ δʼ ἔχων ἐμαυτὸν ὀδύρασθαι μάλιστʼ ἐπὶ τούτοις ἀγανακτῶ, πρῶτον μὲν εἰ τούτῳ δώσω δίκην παρʼ οὗ λαβεῖν μοι προσήκει, δεύτερον δʼ εἰ διὰ τὴν τοῦ πατρὸς νίκην τὴν Ὀλυμπίασιν ἀτιμωθήσομαι, διʼ ἣν τοὺς ἄλλους ὁρῶ δωρεὰς λαμβάνοντας,
50
πρὸς δὲ τούτοις εἰ Τεισίας μὲν μηδὲν ἀγαθὸν ποιήσας τὴν πόλιν καὶ ἐν δημοκρατίᾳ καὶ ἐν ὀλιγαρχίᾳ μέγα δυνήσεται, ἐγὼ δʼ εἰ μηδετέρους ἀδικήσας ὑπʼ ἀμφοτέρων κακῶς πείσομαι, καὶ περὶ μὲν τῶν ἄλλων τἀναντία τοῖς τριάκοντα πράξετε, περὶ δʼ ἐμοῦ τὴν αὐτὴν ἐκείνοις γνώμην ἕξετε, καὶ τότε μὲν μεθʼ ὑμῶν, νῦν δʼ ὑφʼ ὑμῶν τῆς πόλεως στερήσομαι.