Thesauros Edebiyat Hitabet Κατὰ Λοχίτου

Κατὰ Λοχίτου

Κατὰ Λοχίτου Isocrates
17 ἂν οὖν περιαιρῆτε τὰς οὐσίας τῶν νεανιευομένων εἰς τοὺς πολίτας καὶ μηδεμίαν νομίζηθʼ ἱκανὴν εἶναι ζημίαν, οἵτινες ἂν εἰς τὰ σώματʼ ἐξαμαρτάνοντες τοῖς χρήμασι τὰς δίκας ὑπέχωσιν, ἅπανθʼ ὅσα δεῖ τοὺς καλῶς δικάζοντας διαπράξεσθε·
18 καὶ γὰρ περὶ τοῦ παρόντος πράγματος ὀρθῶς γνώσεσθε καὶ τοὺς ἄλλους πολίτας κοσμιωτέρους ποιήσετε καὶ τὸν βίον τὸν ὑμέτερον αὐτῶν ἀσφαλέστερον καταστήσετε. ἔστι δὲ δικαστῶν νοῦν ἐχόντων περὶ τῶν ἀλλοτρίων τὰ δίκαια ψηφιζομένους ἅμα καὶ τὰ σφέτερʼ αὐτῶν εὖ τίθεσθαι.
19 καὶ μηδεὶς ὑμῶν εἰς τοῦτʼ ἀποβλέψας, ὅτι πένης εἰμὶ καὶ τοῦ πλήθους εἷς, ἀξιούτω τοῦ τιμήματος ἀφαιρεῖν. οὐ γὰρ δίκαιον ἐλάττους ποιεῖσθαι τὰς τιμωρίας ὑπὲρ τῶν ἀδόξων ἢ τῶν διωνομασμένων, οὐδὲ χείρους ἡγεῖσθαι τοὺς πενομένους ἢ τοὺς πολλὰ κεκτημένους. ὑμᾶς γὰρ ἂν αὐτοὺς ἀτιμάζοιτʼ εἰ τοιαῦτα γιγνώσκοιτε περὶ τῶν πολλῶν. ἔτι δὲ καὶ πάντων ἂν εἴη δεινότατον,
20 εἰ δημοκρατουμένης τῆς πόλεως μὴ τῶν αὐτῶν ἅπαντες τυγχάνοιμεν, ἀλλὰ τῶν μὲν ἀρχῶν μετέχειν ἀξιοῖμεν, τῶν δʼ ἐν τοῖς νόμοις δικαίων ἀποστεροῖμεν ἡμᾶς αὐτούς, καὶ μαχόμενοι μὲν ἐθέλοιμεν ἀποθνῄσκειν ὑπὲρ τῆς πολιτείας, ἐν δὲ τῇ ψήφῳ πλέον νέμοιμεν τοῖς τὰς οὐσίας ἔχουσιν.
21 οὐκ, ἄν γέ μοι πεισθῆθʼ, οὕτω διακείσεσθε πρὸς ὑμᾶς αὐτούς, οὐδὲ διδάξετε τοὺς νεωτέρους καταφρονεῖν τοῦ πλήθους τῶν πολιτῶν, οὐδὲ ἀλλοτρίους ἡγήσεσθʼ εἶναι τοὺς τοιούτους τῶν ἀγώνων, ἀλλʼ ὡς ὑπὲρ αὑτοῦ δικάζων, οὕτως ἕκαστος ὑμῶν οἴσει τὴν ψῆφον. ἅπαντας γὰρ ὁμοίως ἀδικοῦσιν οἱ τολμῶντες τοῦτον τὸν νόμον παραβαίνειν τὸν ὑπὲρ τῶν σωμάτων τῶν ὑμετέρων κείμενον.

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi