4
θαυμαστὸν δʼ εἰ τοὺς μὲν ἐπὶ τῆς ὀλιγαρχίας ὑβρίσαντας ἀξίους θανάτου νομίζετε, τοὺς δʼ ἐν δημοκρατίᾳ ταὔτʼ ἐκείνοις ἐπιτηδεύοντας ἀζημίους ἀφήσετε. καίτοι δικαίως ἂν μείζονος οὗτοι τιμωρίας τυγχάνοιεν· φανερώτερον γὰρ ἐπιδείκνυνται τὴν αὑτῶν πονηρίαν. ὅστις γὰρ νῦν τολμᾷ παρανομεῖν, ὅτʼ οὐκ ἔξεστι, τί ποτʼ ἂν ἐποίησεν, ὅθʼ οἱ κρατοῦντες τῆς πόλεως καὶ χάριν εἶχον τοῖς τὰ τοιαῦτʼ ἐξαμαρτάνουσιν;
5
ἴσως οὖν Λοχίτης ἐπιχειρήσει μικρὸν ποιεῖν τὸ πρᾶγμα, διασύρων τὴν κατηγορίαν καὶ λέγων ὡς οὐδὲν ἐκ τῶν πληγῶν κακὸν ἔπαθον, ἀλλὰ μείζους ποιοῦμαι τοὺς λόγους ἢ κατὰ τὴν ἀξίαν τῶν γεγενημένων. ἐγὼ δʼ εἰ μὲν μηδεμία προσῆν ὕβρις τοῖς πεπραγμένοις, οὐκ ἄν ποτʼ εἰσῆλθον εἰς ὑμᾶς· νῦν δʼ οὐχ ὑπὲρ τῆς ἄλλης βλάβης τῆς ἐκ τῶν πληγῶν γενομένης, ἀλλʼ ὑπὲρ τῆς αἰκίας καὶ τῆς ἀτιμίας ἥκω παρʼ αὐτοῦ δίκην ληψόμενος,
6
ὑπὲρ ὧν προσήκει τοῖς ἐλευθέροις μάλιστʼ ὀργίζεσθαι καὶ μεγίστης τυγχάνειν τιμωρίας. ὁρῶ δʼ ὑμᾶς, ὅταν του καταγνῶθʼ ἱεροσυλίαν ἢ κλοπήν, οὐ πρὸς τὸ μέγεθος ὧν ἂν λάβωσι τὴν τίμησιν ποιουμένους, ἀλλʼ ὁμοίως ἁπάντων θάνατον καταγιγνώσκοντας, καὶ νομίζοντας δίκαιον εἶναι τοὺς τοῖς αὐτοῖς ἔργοις ἐπιχειροῦντας ταῖς αὐταῖς ζημίαις κολάζεσθαι.
7
χρὴ τοίνυν καὶ περὶ τῶν ὑβριζόντων τὴν αὐτὴν γνώμην ἔχειν, καὶ μὴ τοῦτο σκοπεῖν, εἰ μὴ σφόδρα συνέκοψαν, ἀλλʼ εἰ τὸν νόμον παρέβησαν, μηδʼ ὑπὲρ τοῦ συντυχόντος μόνον ἀλλʼ ὑπὲρ ἅπαντος τοῦ τρόπου δίκην παρʼ αὐτῶν λαμβάνειν,