Thesauros Edebiyat Hitabet Πρὸς Εὐθύνους ἀμάρτυρος

Πρὸς Εὐθύνους ἀμάρτυρος

Πρὸς Εὐθύνους ἀμάρτυρος Isocrates
5 οἶμαι δὴ πάντας εἰδέναι ὅτι μάλιστα συκοφαντεῖν ἐπιχειροῦσιν οἱ λέγειν μὲν δεινοί, ἔχοντες δὲ μηδέν, τοὺς ἀδυνάτους μὲν εἰπεῖν, ἱκανοὺς δὲ χρήματα τελεῖν. Νικίας τοίνυν Εὐθύνου πλείω μὲν ἔχει, ἧττον δὲ δύναται λέγειν· ὥστε οὐκ ἔστι διʼ ὅτι ἂν ἐπήρθη ἀδίκως ἐπʼ Εὐθύνουν ἐλθεῖν.
6 ἀλλὰ μὴν καὶ ἐξ αὐτοῦ ἄν τις τοῦ πράγματος γνοίη, ὅτι πολὺ μᾶλλον εἰκὸς ἦν Εὐθύνουν λαβόντα ἐξαρνεῖσθαι ἢ Νικίαν μὴ δόντα αἰτιᾶσθαι. δῆλον γὰρ ὅτι πάντες κέρδους ἕνεκʼ ἀδικοῦσιν. οἱ μὲν οὖν ἀποστεροῦντες ὧνπερ ἕνεκʼ ἀδικοῦσιν ἔχουσιν, οἱ δʼ ἐγκαλοῦντες οὐδʼ εἰ λήψεσθαι μέλλουσιν ἴσασιν.
7 πρὸς δὲ τούτοις, ἀκαταστάτως ἐχόντων τῶν ἐν τῇ πόλει καὶ δικῶν οὐκ οὐσῶν τῷ μὲν οὐδὲν ἦν πλέον ἐγκαλοῦντι, τῷ δὲ οὐδὲν ἦν δέος ἀποστεροῦντι. ὥστε τὸν μὲν οὐδὲν ἦν θαυμαστόν, ὅτε καὶ οἱ μετὰ μαρτύρων δανεισάμενοι ἐξηρνοῦντο, τότε ἃ μόνος παρὰ μόνου ἔλαβεν ἀποστερῆσαι· τὸν δʼ οὐκ εἰκός, ὅτε οὐδʼ οἷς δικαίως ὠφείλετο οἷόν τʼ ἦν πράττεσθαι, τότε ἀδίκως ἐγκαλοῦντα οἴεσθαί τι λήψεσθαι.
8 ἔτι δʼ εἰ καὶ μηδὲν αὐτὸν ἐκώλυεν, ἀλλὰ καὶ ἐξῆν καὶ ἐβούλετο συκοφαντεῖν, ὡς οὐκ ἂν ἐπʼ Εὐθύνουν ἦλθε ῥᾴδιον γνῶναι. οἱ γὰρ τοιαῦτα πράττειν ἐπιθυμοῦντες οὐκ ἀπὸ τῶν φίλων ἄρχονται ἀλλὰ μετὰ τούτων ἐπὶ τοὺς ἄλλους ἔρχονται, καὶ τούτοις ἐγκαλοῦσιν, οὓς ἂν μήτʼ αἰσχύνωνται μήτε δεδίωσι, καὶ οὓς ἂν ὁρῶσι πλουσίους μέν, ἐρήμους δὲ καὶ ἀδυνάτους πράττειν.

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi