Thesauros Edebiyat Roman Ἐρωτικὰ Παθήματα

Ἐρωτικὰ Παθήματα

Ἐρωτικὰ Παθήματα Parthenius of Nicaea 1st cent. B.C
18.3 τῇ μέντοι ὑστεραίᾳ δεινὸν ἡγησάμενος εἶναι τὸ πραχθὲν ᾤχετο πλέων ἐπὶ τῆς Νάξου. ἔνθα δὴ καὶ ἡ Νέαιρα δείσασα τὸν Ὑψικρέοντα διέπλευσεν εἰς τὴν Νάξον· κἀπειδὴ αὐτὴν ἐζήτει ὁ Ὑψικρέων, ἱκέτις προσκαθίζετο ἐπὶ τῆς ἑστίας τῆς ἐν τῷ Πρυτανείῳ.
18.4 Οἱ δὲ Νάξιοι λιπαροῦντι τῷ Ὑψικρέοντι ἐκδώσειν μὲν οὐκ ἔφασαν, ἐκέλευον μέντοι πείσαντα αὐτὴν ἄγεσθαι· δόξας δὲ ὁ Ὑψικρέων ἀσεβεῖσθαι, πείθει τοὺς Μιλησίους πολεμεῖν τοῖς Ναξίοις.

De Pancrato

19.1 Σκέλλις τε καὶ Κασσαμενὸς κήτορος οἱ Θρᾴκης ὁρμήσαντες ἀπὸ νήσου τῆς πρότερον μὲν Στρογγύλης, ὕστερον δὲ Νάξου κληθείσης, ἐληίζοντο μὲν τήν τε Πελοπόννησον καὶ τὰς πέριξ νήσους, προσσχόντες δὲ Θεσσαλίᾳ πολλάς τε ἄλλας γυναῖκας κατέσυραν, ἐν δὲ καὶ τὴν Ἀλωέως γυναῖκα Ἰφιμέδην καὶ τὴν θυγατέρα αὐτῆς Παγκρατώ· ἧς ἀμφότεροι εἰς ἔρωτα ἀφικόμενοι ἀλλήλους κατέκτειναν.

De Haero

20.1 Λέγεται δὲ καὶ Οἰνοπίωνος καὶ Νύμφης Ἑλίκης Αἱρὼ κόρην γενέσθαι· ταύτης δὲ Ὠρίωνα τὸν Ὑριέως ἐρασθέντα παρ’ αὐτοῦ παραιτεῖσθαι τὴν κόρην, καὶ διὰ ταύτην τήν τε νῆσον ἐξημερῶσαι τότε θηρίων ἀνάπλεων οὖσαν, λείαν τε πολλὴν περιελαύνοντα τῶν προσχώρων ἕδνα διδόναι.
20.2 Τοῦ μέντοι Οἰνοπίωνος ἑκάστοτε ὑπερτιθεμένου τὸν γάμον διὰ τὸ ἀποστυγεῖν αὐτῷ γαμβρὸν τοιοῦτον γενέσθαι, ὑπὸ μέθης ἔκφρονα γενόμενον τὸν Ὠρίωνα κατᾶξαι τὸν θάλαμον, ἔνθα ἡ παῖς ἐκοιμᾶτο, καὶ βιαζόμενον ἐκκαῆναι τοὺς ὀφθαλμοὺς ὑπὸ τοῦ Οἰνοπίωνος.

De Pisidice

21.1 Λέγεται δὲ καὶ ὅτε Ἀχιλλεὺς πλέων τὰς προσεχεῖς τῇ ἠπείρῳ νήσους ἐπόρθει, προσσχεῖν αὐτὸν Λέσβῳ. Ἔνθα δὴ καθ’ ἑκάστην τῶν πόλεων αὐτὸν ἐπιόντα κεραΐζειν.

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi