Thesauros Edebiyat Roman Ἐρωτικὰ Παθήματα

Ἐρωτικὰ Παθήματα

Ἐρωτικὰ Παθήματα Parthenius of Nicaea 1st cent. B.C
11.1 περὶ δὲ Καύνου καὶ Βυβλίδος, τῶν Μιλήτου παίδων, διαφόρως ἱστορεῖται. Νικαίνετος μὲν γάρ φησι τὸν Καῦνον ἐρασθέντα τῆς ἀδελφῆς, ὡς οὐκ ἔληγε τοῦ πάθους, ἀπολιπεῖν τὴν οἰκίαν καὶ ὁδεύσαντα πόρρω τῆς οἰκείας χώρας πόλιν τε κτίσαι καὶ τοὺς ἀπεσκεδασμένους τότε Ἴωνας ἐνοικίσαι· λέγει δὲ ἔπεσι τοῖσδε· αὐτὰρ ὅ γε προτέρωσε κιὼν Οἰκούσιον ἄστυ κτίσσατο, Τραγασίῃ δὲ Κελαινοῦς εἴχετο παιδί, ἥ οἱ Καῦνον ἔτικτεν ἀεὶ φιλέοντα θέμιστας· γείνατο δὲ ῥαδαλῇς ἐναλίγκιον ἀρκεύθοισι Βυβλίδα, τῆς ἤτοι ἀέκων ἠράσσατο Καῦνος. βῆ δεφερένδιος φεύγων ὀφιώδεα Κύπρον καὶ Κάπρος ὑλιγενὲς καὶ Κάρια ἱρὰ λοετρά· ἔνθ’ ἤτοι πτολίεθρον ἐδείματο πρῶτος Ἰώνων. αὐτὴ δὲ γνωτή, ὀλολυγόνος οἶτον ἔχουσα, Βυβλὶς ἀποπρὸ πυλῶν Καύνου ὠδύρατο νόστον. 

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi