Thesauros Edebiyat Roman Ἐρωτικὰ Παθήματα

Ἐρωτικὰ Παθήματα

Ἐρωτικὰ Παθήματα Parthenius of Nicaea 1st cent. B.C
9.5 κἀν τῷδε τοῖς Μιλησίοις ἑορτὴ μετὰ τρίτην ἡμέραν Θαργήλια ἐπῄει, ἐν ᾗ πολύν τε ἄκρατον ἐμφοροῦνται καὶ τὰ πλείστου ἄξια καταναλίσκουσι· τότε οὖν παρεσκευάζετο προδιδόναι τὸ χωρίον· καὶ εὐθέως διὰ τῆς Πολυκρίτης ἐνθέμενος εἰς ἄρτον μολυβδίνην ἐπιστολὴν τοῖς ἀδελφοῖς αὐτῆς ʽἐτύγχανον δὲ ἄρα τῆς πόλεως ἡγεμόνες οὗτοἰ ὅπως εἰς ἐκείνην τὴν νύκτα παρασκευασάμενοι ἥκωσιν· σημεῖον δὲ αὐτοῖς ἀνασχήσειν αὐτὸς ἔφη λαμπτῆρα.
9.6 Καὶ ἡ Πολυκρίτη δὲ τῷ κομίζοντι τὸν ἄρτον φράζειν ἐκέλευε τοῖς ἀδελφοῖς μὴ ἐνδοιασθῆναι, ὡς τῆς πράξεως ἐπὶ τέλος ἀχθησομένης, εἰ μὴ ἐκεῖνοι ἐνδοιασθεῖεν. Τοῦ δὲ ἀγγέλου ταχέως εἰς τὴν πόλιν ἐλθόντος, Πολυκλῆς, ὁ τῆς Πολυκρίτης ἀδελφός, ἐν πολλῇ φροντίδι ἐγίνετο εἴτε πεισθείη τοῖς ἐπεσταλμένοις εἴτε μή·
9.7 τέλος δέ, ὡς ἐδόκει πᾶσι πείθεσθαι καὶ νὺξ ἐπῆλθεν, ἐν ᾗ προσετέτακτο παραγίνεσθαι, πολλὰ κατευξάμενοι τοῖς θεοῖς, εἰσδεχομένων αὐτοὺς τῶν ἀμφὶ Διόγνητον, ἐσπίπτουσιν εἰς τὸ τεῖχος τῶν Μιλησίων οἱ μέν τινες κατὰ τὴν ἀνεῳγμένην πυλίδα, οἱ δὲ καὶ τὸ τεῖχος ὑπερελθόντες, ἀθρόοι τε ἐντὸς γενόμενοι κατέκαινον τοὺς Μιλησίους. ἔνθα δὴ κατ’ ἄγνοιαν ἀποθνήσκει καὶ Διόγνητος.
9.8 Τῇ δὲ ἐπιούσῃ οἱ Νάξιοι πάντες πολὺν πόθον εἶχον θεάσασθαι τὴν κόρην· καὶ οἱ μέν τινες αὐτὴν μίτραις ἀνέδουν, οἱ δὲ ζώναις, αἷς βαρηθεῖσα ἡ παῖς διὰ πλῆθος τῶν ἐπιρριπτουμένων ἀπεπνίγη. Καὶ αὐτὴν δημοσίᾳ θάπτουσιν ἐν τῷ πεδίῳ, πάντα ἑκατὸν ἐναγίσαντες αὐτῇ· φασὶ δέ τινες καὶ Διόγνητον ἐν τῷ αὐτῷ καῆναι, ἐν ᾧ καὶ ἡ παῖς, σπουδασάντων τῶν Ναξίων.

De Leucone

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi