8.6
Ὡς δὲ ἐς κοῖτόν ποτε ἀπετράποντο, πολλὰ κατεμέμφετο τὸν Ξάνθον ἡ γυνὴ διὰ τὸ μὴ ἔχοντα τοσοῦτο χρυσίον ὑποσχέσθαι τῷ βαρβάρῳ, κινδυνεύσειν τε αὐτόν, εἰ μὴ ἐμπεδώσειε τὴν ἐπαγγελίαν· τοῦ δὲ φήσαντος ἐν ταῖς κρηπῖσι τῶν παίδων καὶ ἄλλους τινὰς χιλίους χρυσοῦς κεκρύφθαι διὰ τὸ μὴ ἐλπίζειν ἐπιεικῆ τὸν βάρβαρον καταλήψεσθαι, δεήσειν δὲ πολλῶν λύτρων, ἡ γυνὴ τῇ ὑστεραίᾳ τῷ Κελτῷ καταμηνύει τὸ πλῆθος τοῦ χρυσοῦ καὶ παρεκελεύετο κτεῖναι τὸν Ξάνθον, φάσκουσα πολὺ μᾶλλον αἱρεῖσθαι αὐτὸν τῆς τε πατρίδος καὶ τοῦ παιδίου, τὸν μὲν γὰρ Ξάνθον παντάπασιν ἀποστυγεῖν.
8.7
Τῷ δὲ ἄρα οὐ πρὸς ἡδονὴν ἦν τὰ λεχθέντα, ἐν νῷ δὲ εἶχεν αὐτὴν τίσασθαι. Ἐπειδὴ δὲ ὁ Ξάνθος ἐσπούδαζεν ἀπιέναι, μάλα φιλοφρόνως προὔπεμπεν ὁ Κελτὸς ἐπαγόμενος καὶ τὴν Ἡρίππην. ὡς δὲ ἐπὶ τοὺς ὅρους τῆς Κελτῶν χώρας ἀφίκοντο, θυσίαν ὁ βάρβαρος ἔφη τελέσαι βούλεσθαι πρὶν αὐτοὺς ἀπ’ ἀλλήλων χωρισθῆναι, καὶ κομισθέντος ἱερείου, τὴν Ἡρίππην ἐκέλευεν ἀντιλαβέσθαι·
8.8
τῆς δὲ κατασχούσης, ὡς καὶ ἄλλοτε σύνηθες αὐτῇ, ἐπανατεινάμενος τὸ ξίφος καθικνεῖται καὶ τὴν κεφαλὴν αὐτῆς ἀφαιρεῖ, τῷ τε Ξάνθῳ παρεκελεύετο μὴ δυσφορεῖν, ἐξαγγείλας τὴν ἐπιβουλὴν αὐτῆς, ἐπέτρεπέ τε τὸ χρυσίον ἅπαν κομίζειν αὑτῷ.
De Polycrite