Thesauros Edebiyat Roman Τὰ κατὰ Ἀνθίαν καὶ Ἁβροκόμην

Τὰ κατὰ Ἀνθίαν καὶ Ἁβροκόμην

Τὰ κατὰ Ἀνθίαν καὶ Ἁβροκόμην Xenophon of Ephesus

Kitap 4

6.5 Οὗτος ὁ Ἀμφίνομος ἤδη μὲν καὶ πρότερον ἑαλώκει τῆς Ἀνθείας, τότε δʼ οὖν ἠλέει μᾶλλον αὐτὴν καὶ τῆς συμφορᾶς ᾤκτειρεν· ἐνενόει δὲ ὅπως ἐπὶ πλέον αὐτὴ ζήσεται, ὅπως τε οἱ κύνες αὐτῇ μηδὲν ἐνοχλήσουσι, καὶ ἑκάστοτε ἀφαιρῶν τῶν ἐπικειμένων τῇ τάφρῳ ξύλων ἄρτους ἐνέβαλλε καὶ ὕδωρ παρεῖχε καὶ ἐκ τούτου τὴν Ἄνθειαν θαρρεῖν παρεκάλει.
6.6 Καὶ οἱ κύνες τρεφόμενοι οὐδέν τι δεινὸν αὐτὴν εἰργάζοντο, ἀλλʼ ἤδη τιθασοὶ ἐγίνοντο καὶ ἥμεροι· ἡ δὲ Ἄνθεια ἀποβλέψασα εἰς ἑαυτὴν καὶ τὴν παροῦσαν τύχην ἐννοήσασα οἴμοι φησὶ τῶν κακῶν, οἵαν ὑπομένω τιμωρίαν; τάφρος καὶ δεσμωτήριον καὶ κύνες συγκαθειργμένοι πολὺ τῶν λῃστῶν ἡμερώτεροι· τὰ αὐτά, Ἁβροκόμη, σοι πάσχω·
6.7 ἦς γάρ ποτε ἐν ὁμοίᾳ τύχῃ καὶ σύ· καὶ σὲ ἐν Τύρῳ κατέλιπον ἐν δεσμωτηρίῳ· ἀλλʼ εἰ μὲν ζῇς ἔτι, δεινὸν οὐδέν· ἴσως γάρ ποτε ἀλλήλους ἕξομεν· εἰ δὲ ἤδη τέθνηκας, μάτην ἐγὼ φιλοτιμοῦμαι ζῆν, μάτην δὲ οὗτος, ὅστις ποτέ ἐστιν, ἐλεεῖ με τὴν δυστυχῆ. Ταῦτα ἔλεγε καὶ ἐπεθρήνει συνεχῶς.
← Önceki 7 / 7

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi