Thesauros Edebiyat Roman Τὰ κατὰ Ἀνθίαν καὶ Ἁβροκόμην

Τὰ κατὰ Ἀνθίαν καὶ Ἁβροκόμην

Τὰ κατὰ Ἀνθίαν καὶ Ἁβροκόμην Xenophon of Ephesus

Kitap 4

5.6 Καὶ Ἀγχίαλος μὲν δίκην ἱκανὴν ἐδεδώκει τῆς πονηρᾶς ἐπιθυμίας, ἡ δὲ Ἄνθεια εἰς φόβον τῶν δεδραμένων ἔρχεται καὶ πολλὰ ἐβουλεύετο ποτὲ μὲν ἑαυτὴν ἀποκτεῖναι (ἀλλʼ ἔτι ὑπὲρ Ἁβροκόμου τι ἤλπιζε), ποτὲ δὲ φυγεῖν ἐκ τοῦ ἄντρου (ἀλλὰ τοῦτο ἀμήχανον ἦν· οὔτε γὰρ ἡ ὁδὸς αὐτῇ εὔπορος ἦν οὔτε ὁ ἐξηγησόμενος τὴν πορείαν). Ἔγνω οὖν μένειν ἐν τῷ ἄντρῳ καὶ φέρειν ὅ τι ἂν τῷ δαίμονι δοκῇ.
6.1 Κἀκείνην μὲν τὴν νύκτα ἔμεινεν, οὔτε ὕπνου τυχοῦσα καὶ πολλὰ ἐννοοῦσα· ἐπεὶ δὲ ἡμέρα ἐγένετο, ἧκον οἱ περὶ τὸν Ἱππόθοον καὶ ὁρῶσι τὸν Ἀγχίαλον ἀνῃρημένον καὶ τὴν Ἄνθειαν παρὰ τῷ σώματι καὶ εἰκάζουσι τὸ γενόμενον καὶ ἀνακρίναντες αὐτὴν μανθάνουσι πάντα.
6.2 Ἔδοξεν οὖν αὐτοῖς ἐν ὀργῇ τὸ γενόμενον ἔχειν καὶ τὸν τεθνηκότα ἐκδικῆσαι φίλον· καὶ ἐβουλεύοντο κατὰ Ἀνθείας ποικίλα, ὁ μέν τις ἀποκτεῖναι κελεύων καὶ συνθάψαι τῷ Ἀγχιάλου σώματι, ἄλλος δὲ ἀνασταυρῶσαι·
6.3 ὁ δὲ Ἱππόθοος ἠνιᾶτο μὲν ἐπὶ τῷ Ἀγχιάλῳ, ἐβουλεύετο δὲ κατὰ Ἀνθείας μείζονα κόλασιν· καὶ δὴ κελεύει τάφρον ὀρύξαντας μεγάλην καὶ βαθεῖαν ἐμβάλλειν τὴν Ἄνθειαν καὶ κύνας μετʼ αὐτῆς δύο, ἵνα ἐκ τούτου μεγάλην δίκην ὑπόσχῃ τῶν τετολμημένων.
6.4 Καὶ οἱ μὲν ἐποίουν τὸ προσταχθέν, ἤγετο δὲ ἡ Ἄνθεια ἐπὶ τὴν τάφρον καὶ οἱ κύνες· ἦσαν δὲ Αἰγύπτιοι, καὶ τἆλλα μεγάλοι καὶ ὀφθῆναι φοβεροί. Ὡς δὲ ἐνεβλήθησαν, ξύλα ἐπιτιθέντες μεγάλα ἐπέχωσαν τὴν τάφρον (ἦν δὲ τοῦ Νείλου ὀλίγον ἀπέχουσα) καὶ κατέστησαν φρουρὸν ἕνα τῶν λῃστῶν, Ἀμφίνομον τοὔνομα.

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi