Thesauros Edebiyat Roman Τὰ κατὰ Ἀνθίαν καὶ Ἁβροκόμην

Τὰ κατὰ Ἀνθίαν καὶ Ἁβροκόμην

Τὰ κατὰ Ἀνθίαν καὶ Ἁβροκόμην Xenophon of Ephesus

Kitap 3

5.9 Εἰποῦσα τῶν ποδῶν αὐτοῦ προυκυλίετο καὶ ἐδεῖτο μηδὲν ἀντειπεῖν αὐτῇ δοῦναί τε τὸ φάρμακον. Καὶ προκομίσασα εἴκοσι μνᾶς ἀργυρίου περιδέραιά τε αὑτῆς (ἦν δὲ αὐτῇ πάντα ἄφθονα, πάντων γὰρ ἐξουσίαν εἶχε τῶν Περιλάου) δίδωσι τῷ Εὐδόξῳ. Ὁ δὲ βουλευσάμενος πολλὰ καὶ τὴν κόρην οἰκτείρας τῆς συμφορᾶς καὶ τῆς εἰς Ἔφεσον ἐπιθυμῶν ὁδοῦ καὶ τοῦ ἀργυρίου καὶ τῶν δώρων ἡττώμενος ὑπισχνεῖται δώσειν τὸ φάρμακον, καὶ ἀπῄει κομιῶν.
5.10 Ἡ δὲ ἐν τούτῳ πολλὰ μὲν καταθρηνεῖ, τήν τε ἡλικίαν κατοδυρομένη τὴν ἑαυτῆς καὶ ὅτι μέλλοι πρὸ ὥρας ἀποθανεῖσθαι λυπουμένη, πολλὰ δὲ Ἁβροκόμην ὡς παρόντα ἀνεκάλει.
5.11 Ἐν τούτῳ ὀλίγον διαλιπὼν ὁ Εὔδοξος ἔρχεται κομίζων θανάσιμον μὲν οὐχὶ φάρμακον, ὑπνωτικὸν δέ, ὡς μήτε τι παθεῖν τὴν κόρην καὶ αὐτὸν ἐφοδίων τυχόντα ἀνασωθῆναι. Λαβοῦσα δὲ ἡ Ἄνθεια καὶ πολλὴν γνοῦσα χάριν αὐτὸν ἀποπέμπει.
5.11 Καὶ ὁ μὲν εὐθὺς ἐπιβὰς νεὼς ἐπανήχθη, ἡ δὲ καιρὸν ἐπιτήδειον ἐζήτει πρὸς τὴν πόσιν τοῦ φαρμάκου.
6.1 Καὶ ἤδη μὲν νὺξ ἦν, παρεσκευάζετο δὲ ὁ θάλαμος, καὶ ἧκον οἱ ἐπὶ τούτῳ τεταγμένοι τὴν Ἄνθειαν ἐξάξοντες· ἡ δὲ ἄκουσα καὶ δεδακρυμένη ἐξῄει, ἐν τῇ χειρὶ κρύπτουσα τὸ φάρμακον· καὶ ὡς πλησίον τοῦ θαλάμου γίνεται, οἱ οἰκεῖοι ἀνευφήμησαν τὸν ὑμέναιον·
6.2 ἡ δὲ ἀνωδύρετο καὶ ἐδάκρυεν οὕτως ἐγὼ λέγουσα πρότερον ἠγόμην Ἁβροκόμῃ νυμφίῳ, καὶ παρέπεμπεν ἡμᾶς πῦρ ἐρωτικόν, καὶ ὑμέναιος ᾔδετο ἐπὶ γάμοις εὐδαίμοσι.

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi