Thesauros Edebiyat Roman Τὰ κατὰ Ἀνθίαν καὶ Ἁβροκόμην

Τὰ κατὰ Ἀνθίαν καὶ Ἁβροκόμην

Τὰ κατὰ Ἀνθίαν καὶ Ἁβροκόμην Xenophon of Ephesus

Kitap 2

11.2 Ὁ δὲ τῷ μὲν Μοίριδι συντίθεται, δεδοικὼς δὲ τὴν Μαντὼ ἔρχεται πρὸς αὐτὴν καὶ λέγει τὸν ἔρωτα τὸν Μοίριδος. Ἡ δὲ ἐν ὀργῇ γενομένη πασῶν ἔφη δυστυχεστάτη γυναικῶν ἐγώ· τὴν ζήλην περιάγομαι, δι’ ἣν τὰ μὲν πρῶτα ἐν Φοινίκῃ ἀφῃρέθην τοῦ ἐρωμένου, νυνὶ δὲ κινδυνεύω περὶ τοῦ ἀνδρός· ἀλλʼ οὐ χαίρουσά γε Ἄνθεια φανεῖται καλὴ καὶ Μοίριδι· ἐγὼ γὰρ αὐτὴν καὶ ὑπὲρ τῶν ἐν Τύρῳ πράξομαι δίκας.
11.3 Τότε μὲν οὖν τὴν ἡσυχίαν ἤγαγεν· ἀποδημήσαντος δὲ τοῦ Μοίριδος μεταπέμπεται τὸν αἰπόλον καὶ κελεύει λαβόντα τὴν Ἄνθειαν εἰς τὸ δασύτατον ἀγαγόντα τῆς ὕλης ἀποκτεῖναι καὶ τούτου μισθὸν αὐτῷ δώσειν ὑπέσχετο.
11.4 Ὁ δὲ οἰκτείρει μὲν τὴν κόρην, δεδοικὼς δὲ τὴν Μαντὼ ἔρχεται παρὰ τὴν Ἄνθειαν καὶ λέγει τὰ κατʼ αὐτῆς δεδογμένα. Ἡ δὲ ἀνεκώκυέ τε καὶ ἀνωδύρετο φεῦ λέγουσα, τοῦτο τὸ κάλλος ἐπίβουλον ἀμφοτέροις πανταχοῦ· διὰ τὴν ἄκαιρον εὐμορφίαν Ἁβροκόμης μὲν ἐν Τύρῳ τέθνηκεν, ἐγὼ δὲ ἐνταῦθα·
11.5 ἀλλὰ δέομαι σοῦ, Λάμπων αἰπόλε, ὃς μέχρι νῦν εὐσέβησας, ἂν ἀποκτείνῃς, κἂν ὀλίγον θάψον με τῇ παρακειμένῃ γῇ καὶ ὀφθαλμοῖς τοῖς ἐμοῖς χεῖρας ἐπίβαλε τὰς σὰς καὶ θάπτων συνεχὲς Ἁβροκόμην κάλει· αὕτη γένοιτʼ ἂν εὐδαίμων ἐμοὶ μεθʼ Ἁβροκόμου ταφή.
11.6 Ἔλεγε ταῦτα, ὁ δὲ αἰπόλος εἰς οἶκτον ἔρχεται ἐννοῶν ὡς ἀνόσιον ἔργον ἐργάσεται κόρην οὐδὲν ἀδικοῦσαν ἀποκτείνων οὕτω καλήν.

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi