Thesauros Edebiyat Roman Δάφνις καὶ Χλόη

Δάφνις καὶ Χλόη

Δάφνις καὶ Χλόη Longus

Kitap 4

11.1 Ὁ μὲν δὴ Ἀστύλος ἐπῄνει ταῦτα καὶ περὶ θήραν εἶχε λαγῶν, οἷα πλούσιος νεανίσκος καὶ τρυφῶν ἀεὶ καὶ ἀφιγμένος εἰς τὸν ἀγρὸν εἰς ἀπόλαυσιν ξένης ἡδονῆς.
11.2 Ὁ δὲ Γνάθων, οἷα μαθὼν ἐσθίειν ἄνθρωπος καὶ πίνειν εἰς μέθην καὶ λαγνεύειν μετὰ τὴν μέθην καὶ οὐδὲν ἄλλο ὢν ἢ γνάθος καὶ γαστὴρ καὶ τὰ ὑπὸ γαστέρα, οὐ παρέργως εἶδε τὸν Δάφνιν τὰ δῶρα κομίσαντα, ἀλλὰ καὶ φύσει παιδεραστὴς ὢν καὶ κάλλος οἷον οὐδὲ ἐπὶ τῆς πόλεως εὑρών, ἐπιθέσθαι ἔγνω τῷ Δάφνιδι καὶ πείσειν ᾤετο ῥᾳδίως ὡς αἰπόλον.
11.3 Γνοὺς δὲ ταῦτα θήρας μὲν οὐκ ἐκοινώνει τῷ Ἀστύλῳ, κατιὼν δὲ ἵνα ἔνεμεν ὁ Δάφνις, λόγῳ μὲν τῶν αἰγῶν, τὸ δὲ ἀληθὲς Δάφνιδος ἐγίνετο θεατής· μαλθάξων δὲ αὐτὸν τάς τε αἶγας ἐπῄνει καὶ συρίσαι τὸ αἰπολικὸν ἠξίωσε καὶ ἔφη ταχέως ἐλεύθερον θήσειν τὸ πᾶν δυνάμενος.
12.1 Ὡς δὲ εἶχε χειροήθη, νύκτωρ λοχήσας ἐκ τῆς νομῆς ἐλαύνοντα τὰς αἶγας πρῶτον μὲν ἐφίλησε προσδραμών, εἶτα ὄπισθεν παρασχεῖν τοιοῦτον οἷον αἱ αἶγες τοῖς τράγοις.
12.2 Τοῦ δὲ βραδέως νοήσαντος καὶ λέγοντος, ὡς αἶγας μὲν βαίνειν τράγους καλόν, τράγον δὲ οὐπώποτε εἶδέ τις βαίνοντα τράγον οὐδὲ κριὸν ἀντὶ τῶν οἰῶν κριὸν οὐδὲ ἀλεκτρυόνας ἀντὶ τῶν ἀλεκτορίδων ἀλεκτρυόνας, οἷος ἦν ὁ Γνάθων βιάζεσθαι τὰς χεῖρας προσφέρων·
12.3 ὁ δὲ μεθύοντα ἄνθρωπον καὶ ἑστῶτα μόλις παρωσάμενος ἔσφηλεν εἰς τὴν γῆν καὶ ὥσπερ σκύλαξ ἀποδραμὼν κείμενον κατέλιπεν ἀνδρός, οὐ παιδὸς πρὸς χειραγωγίαν δεόμενον· καὶ οὐκέτι προσίετο ὅλως, ἀλλ’ ἄλλοτε ἄλλῃ τὰς αἶγας ἔνεμεν, ἐκεῖνον μὲν φεύγων, Χλόην δὲ τηρῶν.

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi