Thesauros Edebiyat Roman Δάφνις καὶ Χλόη

Δάφνις καὶ Χλόη

Δάφνις καὶ Χλόη Longus

Kitap 4

9.1 Δάκρυα ἦν ἐπὶ τούτοις θερμότερα, καὶ ἐθρήνουν τὰ ἄνθη λοιπόν, ἀλλὰ τὰς αὑτῶν συμφοράς. Ἐθρήνει καὶ Χλόη Δάφνιν εἰ κρεμήσεται καὶ εὔχετο μηκέτι ἐλθεῖν τὸν δεσπότην αὐτῶν καὶ ἡμέρας διήντλει μοχθηράς, ὡς ἤδη Δάφνιν βλέπουσα μαστιγούμενον.
9.2 Καὶ δὴ νυκτὸς ἀρχομένης ὁ Εὔδρομος αὐτοῖς ἀπήγγελλεν ὅτι ὁ μὲν πρεσβύτερος δεσπότης μεθ’ ἡμέρας ἀφίξεται τρεῖς, ὁ δὲ παῖς αὐτοῦ τῆς ἐπιούσης πρόσεισι.
9.3 Σκέψις οὖν ἦ περὶ τῶν συμβεβηκότων καὶ κοινωνὸν εἰς τὴν γνώμην τὸν Εὔδρομον παρελάμβανον· ὁ δὲ εὔνους ὢν τῷ Δάφνιδι παρῄνει τὸ συμβὰν ὁμολογῆσαι πρότερον τῷ νέῳ δεσπότῃ καὶ αὐτὸς συμπράξειν ἐπηγγέλλετο, τιμώμενος ὡς ὁμογάλακτος· καὶ ἡμέρας γενομένης οὕτως ἐποίησαν.
10.1 Ἧκε μὲν ὁ Ἀστύλος ἐπὶ ἵππου καὶ παράσιτος αὐτοῦ, καὶ οὗτος ἐπὶ ἵππου· ὁ μὲν ἀρτιγένειος, ὁ δὲ Γνάθων (τουτὶ γὰρ ἐκαλεῖτο) τὸν πώγωνα ξυρώμενος πάλαι· ὁ δὲ Λάμων ἅμα τῇ Μυρτάλῃ καὶ τῷ Δάφνιδι πρὸ τῶν ποδῶν αὐτοῦ καταπεσὼν ἱκέτευεν οἰκτεῖραι γέροντα ἀτυχῆ καὶ πατρῴας ὀργῆς ἐξαρπάσαι τὸν οὐδὲν ἀδικήσαντα, ἅμα τε αὐτῷ καταλέγει πάντα.
10.2 Οἰκτείρει τὴν ἱκεσίαν ὁ Ἀστύλος καὶ ἐπὶ τὸν παράδεισον ἐλθὼν καὶ τὴν ἀπώλειαν τῶν ἀνθέων ἰδὼν αὐτὸς ἔφη παραιτήσεσθαι τὸν πατέρα καὶ κατηγορήσειν τῶν ἵππων, ὡς ἐκεῖ δεθέντες ἐξύβρισαν καὶ τὰ μὲν κατέκλασαν, τὰ δὲ κατεπάτησαν, τὰ δὲ ἀνώρυξαν λυθέντες.
10.3 Ἐπὶ τούτοις εὔχοντο μὲν αὐτῷ πάντα τὰ ἀγαθὰ Λάμων καὶ Μυρτάλη· Δάφνις δὲ δῶρα προσεκόμισεν ἐρίφους, τυρούς, ὄρνιθας καὶ τὰ ἔκγονα αὐτῶν, βότρυς ἐπὶ κλημάτων, μῆλα ἐπὶ κλάδων. Ἦν ἐν τοῖς δώροις καὶ ἀνθοσμίας οἶνος Λέσβιος, ποθῆναι κάλλιστος οἶνος.

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi