Thesauros Edebiyat Roman Δάφνις καὶ Χλόη

Δάφνις καὶ Χλόη

Δάφνις καὶ Χλόη Longus

Kitap 2

13.1 Τῶν δή τις ἀγροίκων ἐς ἀνολκὴν λίθου θλίβοντος τὰ πατηθέντα βοτρύδια χρῄζων σχοίνου, τῆς πρότερον ῥαγείσης, κρύφα ἐπὶ τὴν θάλατταν ἐλθών, ἀφρουρήτῳ τῇ νηὶ προσελθών, τὸ πεῖσμα ἐκλύσας,
13.2 οἴκαδε κομίσας ἐς ὅ τι ἔχρῃζεν ἐχρήσατο. Ἕωθεν οὖν οἱ Μηθυμναῖοι νεανίσκοι ζήτησιν ἐποιοῦντο τοῦ πείσματος καὶ (ὡμολόγει γὰρ οὐδεὶς τὴν κλοπὴν) ὀλίγα μεμψάμενοι τοὺς ξενοδόκους παρέπλεον· καὶ σταδίους τριάκοντα παρελάσαντες προσορμίζονται τοῖς ἀγροῖς, ἐν οἷς ᾤκουν ὁ Δάφνις καὶ ἡ Χλόη· ἐδόκει γὰρ αὐτοῖς καλὸν εἶναι τὸ πεδίον ἐς θήραν λαγῶν.
13.3 Σχοῖνον μὲν οὖν οὐκ εἶχον ὥστε ἐκδήσασθαι πεῖσμα· λύγον δὲ χλωρὰν μακρὰν στρέψαντες ὡς σχοῖνον, ταύτῃ τὴν ναῦν ἐκ τῆς πρύμνης ἄκρας εἰς τὴν γῆν ἔδησαν. Ἔπειτα τοὺς κύνας ἀφέντες ῥινηλατεῖν ἐν ταῖς εὐκαίροις φαινομέναις τῶν ὁδῶν ἐλινοστάτουν.
13.4 Οἱ μὲν δὴ κύνες ἅμα ὑλακῇ διαθέοντες ἐφόβησαν τὰς αἶγας, αἱ δὲ τὰ ὀρεινὰ καταλιποῦσαι μᾶλλόν τι πρὸς τὴν θάλατταν ὥρμησαν· ἔχουσαι δὲ οὐδὲν ἐν ψάμμῳ τρώξιμον, ἐλθοῦσαι πρὸς τὴν ναῦν αἱ θρασύτεραι αὐτῶν, τὴν λύγον τὴν χλωράν, ᾗ ἐδέδετο ἡ ναῦς, ἀπέφαγον.
14.1 Ἦν δέ τι καὶ κλυδώνιον ἐν τῇ θαλάττῃ, κινηθέντος ἀπὸ τῶν ὀρῶν πνεύματος. Ταχὺ δὴ μάλα λυθεῖσαν αὐτὴν ὑπήνεγκεν ἡ παλίρροια τοῦ κύματος καὶ ἐς τὸ πέλαγος μετέωρον ἔφερεν. Αἰσθήσεως
14.2 δὲ τοῖς Μηθυμναίοις γενομένης οἱ μὲν ἐπὶ τὴν θάλατταν ἔθεον, οἱ δὲ τοὺς κύνας συνέλεγον· ἐβόων δὲ πάντες, ὡς πάντας τοὺς ἐκ τῶν πλησίον ἀγρῶν ἀκούσαντας συνελθεῖν. Ἀλλ’ ἦν οὐδὲν ὄφελος· τοῦ γὰρ πνεύματος ἀκμάζοντος ἀσχέτῳ τάχει κατὰ ῥοῦν ἡ ναῦς ἐφέρετο.

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi