Kitap 8
8.6
Οὕτως ἀνέβημεν εἰς Βαβυλῶνα. Καὶ Καλλιρρόην μὲν Διονύσιος ἄγων περίβλεπτον ἐποίησε κατὰ τὴν Ἀσίαν ὅλην θαυμαζομένην, ἐμὲ δὲ Μιθριδάτης ἐπηγάγετο· γενόμενοι δὲ ἐκεῖ μεγάλην ἐπὶ βασιλέως δίκην εἴπομεν. Μιθριδάτην μὲν οὖν εὐθὺς ἀπέλυσεν, ἐμοὶ δὲ καὶ Διονυσίῳ διαδικασίαν περὶ τῆς γυναικὸς ἐπήγγειλε, Καλλιρρόην παραθέμενος ἐν τῷ μεταξὺ Στατείρᾳ τῇ βασιλίδι.
8.7
Ποσάκις, ἄνδρες Συρακούσιοι, δοκεῖτε, θάνατον ἐβουλευσάμην ἀπεζευγμένος τῆς γυναικός, εἰ μή με Πολύχαρμος ἔσωσεν ὁ μόνος ἐν πᾶσι φίλος πιστός; Καὶ γὰρ βασιλεὺς ἠμελήκει τῆς δίκης, ἔρωτι Καλλιρρόης φλεγόμενος.
8.8
Ἀλλ’ οὔτε ἔπεισε οὔτε ὕβρισεν· εὐκαίρως δὲ Αἴγυπτος ἀποστᾶσα βαρὺν ἐκίνησε πόλεμον, ἐμοὶ δὲ μεγάλων ἀγαθῶν αἴτιον. Καλλιρρόην μὲν γὰρ ἡ βασιλὶς ἐπήγετο, ψευδῆ δὲ ἀκούσας ἀγγελίαν ἐγὼ φήσαντός τινος ὅτι Διονυσίῳ παρεδόθη, θέλων ἀμύνασθαι βασιλέα, πρὸς τὸν Αἰγύπτιον αὐτομολήσας ἔργα μεγάλα διεπραξάμην.
8.9
Καὶ γὰρ Τύρον δυσάλωτον οὖσαν ἐχειρωσάμην αὐτὸς καὶ ναύαρχος ἀποδειχθεὶς κατεναυμάχησα τὸν μέγαν βασιλέα καὶ Ἀράδου κύριος ἐγενόμην, ἔνθα καὶ τὴν βασιλίδα καὶ τὸν πλοῦτον, ὃν ἑωράκατε, βασιλεὺς ἀπέθετο.
8.10
Ἐδυνάμην οὖν καὶ τὸν Αἰγύπτιον ἀποδεῖξαι πάσης τῆς Ἀσίας δεσπότην, εἰ %5μὴ χωρὶς ἐμοῦ μαχόμενος ἀνῃρέθη. Τὸ δὲ λοιπὸν φίλον ὑμῖν ἐποίησα τὸν μέγαν βασιλέα, τὴν γυναῖκα δωρησάμενος αὐτῷ καὶ Περσῶν τοῖς ἐντιμοτάτοις μητέρας τε καὶ ἀδελφὰς καὶ γυναῖκας καὶ θυγατέρας πέμψας.
8.11
Αὐτὸς δὲ Ἕλληνας τοὺς ἀρίστους Αἰγυπτίων τε τοὺς θέλοντας ἤγαγον ἐνθάδε. Ἐλεύσεται καὶ ἄλλος στόλος ἐξ Ἰωνίας ὑμέτερος· ἄξει δὲ αὐτὸν ὁ Ἑρμοκράτους ἔγγονος.”