Thesauros Edebiyat Roman De Chaerea et Callirhoe

De Chaerea et Callirhoe

De Chaerea et Callirhoe Chariton

Kitap 7

4.8 Οἱ μὲν γὰρ ἔνδοθεν ἐξελθεῖν ἐβιάζοντο, οἱ δὲ ἔξω παιόμενοι καὶ κεντούμενοι ξίφεσι καὶ λόγχαις εἴσω πάλιν ἔφευγον, ἀπαντῶντες δ’ ἀλλήλοις ἐν στενοχωρίᾳ πολλὴν ἐξουσίαν παρεῖχον τοῖς φονεύουσιν. Οὔκουν οὐδὲ τὰς πύλας δυνατὸν ἦν κλεῖσαι, σεσωρευμένων ἐν αὐταῖς τῶν νεκρῶν.
4.9 Ἐν δὲ τῷ ἀδιηγήτῳ τούτῳ ταράχῳ μόνος ἐσωφρόνησε Χαιρέας· βιασάμενος γὰρ τοὺς ἀπαντῶντας καὶ εἴσω τῶν πυλῶν γενόμενος ἀνεπήδησεν ἐπὶ τὰ τείχη δέκατος αὐτὸς καὶ ἄνωθεν ἐσήμαινε καλῶν τοὺς Αἰγυπτίους, οἱ δὲ λόγου θᾶττον παρῆσαν καὶ Τύρος ἑαλώκει.
4.10 Τύρου δὲ ἁλούσης οἱ μὲν ἄλλοι πάντες ἑώρταζον, μόνος δὲ Χαιρέας οὔτε ἔθυσεν οὔτε ἐστεφανώσατο. “Τί γάρ μοι ὄφελος ἐπινικίων, ἂν σύ, Καλλιρρόη, μὴ βλέπῃς; οὐκέτι στεφανώσομαι μετ’ ἐκείνην τὴν γαμήλιον νύκτα. Εἴτε γὰρ τέθνηκας, ἀσεβῶ, εἴτε καὶ ζῇς, πῶς ἑορτάζειν δύναμαι δίχα σοῦ, κατακειμένης ἂν ἐν τοιούτοις;”
4.11 Βασιλεὺς δὲ ὁ Περσῶν διαβὰς τὸν Εὐφράτην ἔσπευδεν ὡς τάχιστα τοῖς πολεμίοις συμμίξαι. Πυθόμενος γὰρ Τύρον ἑαλωκέναι περὶ Σίδωνος ἐφοβεῖτο καὶ τῆς ὅλης Συρίας, ὁρῶν τὸν πολέμιον ἀντίπαλον ἤδη.
4.12 Διὰ τοῦτο ἔδοξεν αὐτῷ μηκέτι μετὰ πάσης τῆς θεραπείας ὁδεύειν, ἀλλ’ εὐζωνότερον, ἵνα μηδὲν ἐμπόδιον ᾖ τῷ τάχει. Παραλαβὼν δὲ τῆς στρατιᾶς τὸ καθαρώτατον τὴν ἄχρηστον ἡλικίαν αὐτοῦ κατέλιπε μετὰ τῆς βασιλίδος καὶ τὰ χρήματα καὶ τὰς ἐσθῆτας καὶ τὸν πλοῦτον τὸν βασιλικόν.
4.13 Ἐπεὶ δὲ πάντα θορύβου καὶ ταραχῆς ἐπέπληστο καὶ μέχρις Εὐφράτου τὰς πόλεις κατειλήφει ὁ πόλεμος, ἔδοξεν ἀσφαλέστερον εἶναι, τοὺς καταλειπομένους εἰς Ἄραδον ἀποθέσθαι.

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi