Thesauros Edebiyat Roman De Chaerea et Callirhoe

De Chaerea et Callirhoe

De Chaerea et Callirhoe Chariton

Kitap 7

3.9 Μηδεὶς οὖν καταπλαγῇ τὴν πρᾶξιν, ἐφ’ ἣν ὑμᾶς παρακαλῶ, καὶ γὰρ δυνατὴν εὑρήσομεν καὶ ῥᾳδίαν, δόξῃ μᾶλλον ἢ πείρᾳ δύσκολον. Ἕλληνες ἐν Θερμοπύλαις τοσοῦτοι Ξέρξην ὑπέστησαν. Τύριοι δὲ οὐκ εἰσὶ πεντακόσιαι μυριάδες, ἀλλὰ ὀλίγοι καὶ καταφρονήσει μετ̓ ἀλαζονείας, οὐ φρονήματι μετ’ εὐβουλίας χρώμενοι.
3.10 Γνώτωσαν οὖν πόσον Ἕλληνες Φοινίκων διαφέρουσιν. Ἐγὼ δὲ οὐκ ἐπιθυμῶ στρατηγίας, ἀλλ’ ἕτοιμος ἀκολουθεῖν ὅστις ἂν ὑμῶν ἄρχειν θέλῃ· πειθόμενον γὰρ εὑρήσει, ἐπεὶ καὶ δόξης οὐκ ἐμῆς ἀλλὰ κοινῆς ὀρέγομαι.” Πάντες ἐπεβόησαν “σὺ στρατήγει βουλομένων.” Ἔφη “Στρατηγῶ καὶ τὴν ἀρχήν μοι ὑμεῖς δεδώκατε·
3.11 διὰ τοῦτο πειράσομαι πάντα πράττειν, ὥστε ὑμᾶς μὴ μετανοεῖν τὴν πρὸς ἐμὲ εὔνοιάν τε καὶ πίστιν ᾑρημένους. Ἀλλ’ ἔν τε τῷ παρόντι σὺν θεοῖς ἔνδοξοι καὶ περίβλεπτοι γενήσεσθε καὶ πλουσιώτατοι τῶν συμμάχων, εἴς τε τὸ μέλλον ὄνομα καταλείψετε τῆς ἀρετῆς ἀθάνατον καὶ πάντες ὑμνήσουσιν ὡς τοὺς μετὰ Ὀθρυάδου τριακοσίους ἢ τοὺς μετὰ Λεωνίδου, οὕτως καὶ τοὺς μετὰ Χαιρέου ἀνευφημήσουσιν.” Ἔτι λέγοντος πάντες ἀνέκραγον “ἡγοῦ,” καὶ πάντες ὥρμησαν ἐπὶ τὰ ὅπλα.
4.1 Κοσμήσας δὲ αὐτοὺς ὁ Χαιρέας ταῖς καλλίσταις πανοπλίαις ἤγαγεν ἐπὶ τὴν βασιλέως σκηνήν. Ἰδὼν δὲ ὁ Αἰγύπτιος ἐθαύμασε καὶ ἄλλους ὁρᾶν ὑπελάμβανεν, οὐ τοὺς συνήθεις, ἐπηγγείλ̔??ʼ δὲ αὐτοῖς μεγάλας δωρεάς.
4.2 “Ταῦτα μὲν” ἔφη Χαιῥ??ʼ “πιστεύομεν· σὺ δὲ ἔχε τὴν ἄλλην στρατιὰν ἐν τοῖς ὅπλοις καὶ μὴ πρότερον ἐπέλθῃς τῇ Τύρῳ, πρὶν κρατήσωμεν αὐτῆς καὶ ἀναβάντες ἐπὶ τὰ τείχη καλῶμεν ὑμᾶς.”

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi