Thesauros Edebiyat Roman De Chaerea et Callirhoe

De Chaerea et Callirhoe

De Chaerea et Callirhoe Chariton

Kitap 7

6.5 Ἡ νὺξ ἐκείνη καὶ ἡδίστη καὶ χαλεπωτάτη κατέσχεν Ἄραδον. Αἰγύπτιοι μὲν γὰρ ἔχαιρον ἀπηλλαγμένοι πολέμου καὶ δουλείας Περσικῆς, οἱ δὲ ἑαλωκότες Περσῶν δεσμὰ καὶ μάστιγας καὶ ὕβρεις καὶ σφαγὰς προσεδόκων, τὸ φιλανθρωπότατον δέ, δουλείαν· ἡ δὲ Στάτειρα ἐνθεῖσα τὴν κεφαλὴν εἰς τὰ γόνατα Καλλιρρόης ἔκλαεν· ἐκείνη γάρ, ὡς ἂν Ἑλληνὶς καὶ πεπαιδευμένη καὶ οὐκ ἀμελέτητος κακῶν, παρεμυθεῖτο μάλιστα τὴν βασιλίδα.
6.6 Συνέβη δέ τι τοιοῦτον. Αἰγύπτιος στρατιώτης, ὁ πεπιστευμένος φυλάττειν τοὺς ἐν τῷ οἰκήματι, γνοὺς ἔνδον εἶναι τὴν βασιλίδα, κατὰ τὴν ἔμφυτον θρησκείαν τῶν βαρβάρων πρὸς τοὔνομα τὸ βασιλικὸν ἐγγὺς μὲν αὐτῇ προσελθεῖν οὐκ ἐτόλμησε, στὰς δὲ παρὰ τῇ θύρᾳ κεκλεισμένῃ·
6.7 “θάρρει, δέσποινα” εἶπε, “νῦν μὲν γὰρ οὐκ οἶδεν ὁ ναύαρχος ὅτι καὶ σὺ μετὰ τῶν αἰχμαλώτων ἐνταῦθα κατεκλείσθης, μαθὼν δὲ προνοήσεταί σου φιλανθρώπως· οὐ μόνον γὰρ ἀνδρεῖος, ἀλλὰ καὶ γυναῖκα ποιήσεται· φύσει γάρ ἐστι φιλογύναιος.” Ταῦτα ἀκούσασα ἡ Καλλιρρόη μέγα ἀνεκώκυε καὶ τὰς τρίχας ἐσπάραττε λέγουσα “νῦν ἀληθῶς αἰχμάλωτός εἰμι. Φόνευσόν με μᾶλλον ἢ ταῦτα ἐπαγγέλλου.
6.8 Γάμον οὐχ ὑπομένω· θάνατον εὔχομαι. Κεντείτωσαν καὶ καέτωσαν, ἐντεῦθεν οὐκ ἀναστήσομαι· τάφος ἐμὸς ἔσται οὗτος ὁ τόπος. Εἰ δέ, ὡς λέγεις, φιλάνθρωπός ἐστιν ὁ στρατηγός, ταύτην μοι δότω τὴν χάριν·

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi