Thesauros Edebiyat Roman De Chaerea et Callirhoe

De Chaerea et Callirhoe

De Chaerea et Callirhoe Chariton

Kitap 7

6.1 Καὶ ἐν μὲν τῇ γῇ ταῦτα ἐπράσσετο· ἐν δὲ τῇ θαλάσσῃ Χαιρέας ἐνίκησεν, ὥστε μηδὲ ἀντίπαλον αὐτῷ γενέσθαι τὸ πολέμιον ναυτικόν· οὔτε γὰρ τὰς ἐμβολὰς ἐδέξαντο τῶν Αἰγυπτίων τριηρῶν, οὔτε ὅλως ἀντίπρῳροι κατέστησαν, ἀλλὰ αἱ μὲν εὐθὺς ἀνετράπησαν, τὰς δὲ καὶ πρὸς τὴν γῆν ἐξενεχθείσας ἐζώγρησεν αὐτάνδρους· ἐνεπλήσθη δὲ ἡ θάλασσα ναυαγίων Μηδικῶν.
6.2 Ἀλλ’ οὔτε βασιλεὺς ἐγίνωσκε τὴν ἧτταν τὴν ἐν τῇ θαλάσσῃ τῶν ἰδίων οὔτε Χαιρέας τὴν ἐν τῇ γῇ τῶν Αἰγυπτίων, ἐνόμιζε· δὲ ἑκάτερος κρατεῖν ἐν ἀμφοτέροις. Ἐκείνης οὖν τῆς ἡμέρας, ἧς ἐναυμάχησε, καταπλεύσας εἰς Ἄραδον ὁ Χαιρέας τὴν μὲν νῆσον ἐκέλευσε περιπλέοντας ἐν κύκλῳ παραφυλάττειν, ὡς αὐτῆς ἀποδώσοντας λόγον τῷ δεσπότῃ.
6.3 Κἀκεῖνοι τοὺς μὲν εὐνούχους καὶ θεραπαινίδας καὶ πάντα τὰ εὐωνότερα σώματα συνήθροισαν εἰς τὴν ἀγοράν, αὕτη γὰρ εὐρυχωρίαν εἶχε. Τοσοῦτο δὲ ἦν τὸ πλῆθος, ὥστε οὐ μόνον ἐν ταῖς στοαῖς, ἀλλὰ καὶ ὑπαίθριοι διενυκτέρευσαν.
6.4 Τοὺς δὲ ἀξιώματός τι μετέχοντας εἰς οἴκημα τῆς ἀγορᾶς εἰσήγαγον, ἐν ᾧ συνήθως οἱ ἄρχοντες ἐχρημάτιζον. Αἱ δὲ γυναῖκες χαμαὶ ἐκαθέζοντο περὶ τὴν βασιλίδα καὶ οὔτε πῦρ ἀνῆψαν οὔτε τροφῆς ἐγεύσαντο· πεπυσμέναι γὰρ ἦσαν ἑαλωκέναι μὲν βασιλέα καὶ ἀπολωλέναι τὰ Περσῶν πράγματα, τὸν δὲ Αἰγύπτιον πανταχοῦ νικᾶν.

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi