Thesauros Edebiyat Roman De Chaerea et Callirhoe

De Chaerea et Callirhoe

De Chaerea et Callirhoe Chariton

Kitap 7

5.7 Ἐμοὶ μὲν γὰρ ἀρκεῖ Αἴγυπτος, σοὶ δὲ γενήσεται κτῆμα Συρία. Φέρ’ οὖν σκεψώμεθα τί ποιητέον· ἐν ἀμφοτέροις γὰρ τοῖς στοιχείοις ὁ πόλεμος ἀκμάζει. Σοὶ δὲ ἐπιτρέπω τὴν αἵρεσιν, εἴτε τῆς πεζῆς θέλεις στρατηγεῖν εἴτε τῆς ναυτικῆς δυνάμεως.
5.8 Οἴομαι δὲ οἰκειότερόν σοι εἶναι τὴν θάλασσαν· ὑμεῖς γὰρ οἱ Συρακούσιοι καὶ Ἀθηναίους κατεναυμαχήσατε. Σήμερον δὲ ἀγών ἐστί σοι πρὸς Πέρσας τοὺς. ὑπὸ Ἀθηναίων νενικημένους. Ἔχεις τριήρεις Αἰγυπτίας, μείζονας καὶ πλείονας τῶν Σικελικῶν· μίμησαι τὸν κηδεστὴν Ἑρμοκράτην ἐν τῇ θαλάσσῃ.” Χαιρέας δὲ ἀπεκρίνατο “πᾶς ἐμοὶ κίνδυνος ἡδύς· ὑπὲρ σοῦ δὲ ἀναδέξομαι τὸν πόλεμον καὶ πρὸς τὸν ἔχθιστόν μοι βασιλέα.
5.9 Δὸς δέ μοι μετὰ τῶν τριηρῶν καὶ τοὺς τριακοσίους τοὺς ἐμούς.” “Ἔχε” φησὶ “καὶ τούτους καὶ ἄλλους, ὅσους ἂν θέλῃς.” Καὶ εὐθὺς ἔργον ἐγένετο ὁ λόγος· κατήπειγε γὰρ ἡ χρεία. Καὶ ὁ μὲν Αἰγύπτιος ἔχων τὴν πεζὴν στρατιὰν ἀπήντα τοῖς πολεμίοις,
5.10 ὁ δὲ Χαιρέας ναύαρχος ἀπεδείχθη. Τοῦτο ἀθυμοτέρους ἐποίησε τοὺς πεζούς, ὅτι μετ’ αὐτῶν οὐκ ἐστρατεύσατο Χαιρέας, καὶ γὰρ ἐφίλουν αὐτὸν ἤδη καὶ ἀγαθὰς εἶχον ἐλπίδας ἐκείνου στρατηγοῦντος. Ἔδοξεν οὖν ὥσπερ ὀφθαλμὸς ἐξῃρῆσθαι μεγάλου σώματος.
5.11 Τὸ δὲ ναυτικὸν ἐπήρθη ταῖς ἐλπίσι καὶ φρονήματος ἐνεπλήσθησαν, ὅτι τὸν ἀνδρειότατον καὶ κάλλιστον εἶχον ἡγούμενον. Ὀλίγον τε ἐπένθουν ἢ οὐδέν, ἀλλὰ ὥρμηντο καὶ τριήραρχοι καὶ κυβερνῆται καὶ ναῦται καὶ στρατιῶται πάντες ὁμοίως, τίς προθυμίαν ἐπιδείξεται Χαιρέᾳ πρῶτος.

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi