Thesauros Edebiyat Roman De Chaerea et Callirhoe

De Chaerea et Callirhoe

De Chaerea et Callirhoe Chariton

Kitap 6

5.9 “Μὴ γὰρ οὕτω” φησὶ “μαινοίμην, ἵνα ἐμαυτὴν ἀξίαν εἶναι πεισθῶ τοῦ μεγάλου βασιλέως. Εἰμὶ δὲ θεραπαινίσιν ὁμοία Περσίδων γυναικῶν. Μὴ σύ, δέομαί σου, μνημονεύσῃς ἔτι περὶ ἐμοῦ πρὸς τὸν δεσπότην. Καὶ γὰρ ἂν ἐν τῷ παραυτίκα μηδὲν ὀργισθῇ, μετὰ ταῦτά σοι χαλεπανεῖ, λογισάμενος ὅτι τὸν γῆς ἁπάσης κύριον ὑπέρριψας Διονυσίου δούλῃ.
5.10 Θαυμάζω δὲ πῶς συνετώτατος ὑπάρχων ἀγνοεῖς τὴν βασιλέως φιλανθρωπίαν, ὅτι οὐκ ἐρᾷ δυστυχοῦς γυναικὸς ἀλλὰ ἐλεεῖ. Παυσώμεθα τοίνυν λαλοῦντες, μὴ καὶ τῇ βασιλίδι τις ἡμᾶς διαβάλῃ.” Καὶ ἡ μὲν ἀπέδραμεν, ἔστη δὲ ὁ εὐνοῦχος ἀχανής· οἷα γὰρ ἐν μεγάλῃ τυραννίδι τεθραμμένος οὐδὲν ἀδύνατον ὑπελάμβανεν, οὐ βασιλεῖ μόνον, ἀλλὰ οὐδ’ ἑαυτῷ.
6.1 Καταλειφθεὶς οὖν καὶ μηδὲ ἀποκρίσεως καταξιωθεὶς ἀπηλλάττετο μυρίων παθῶν μεστός, ὀργιζόμενος μὲν Καλλιρρόῃ, λυπούμενος δὲ ἐφ’ ἑαυτῷ, φοβούμενος δὲ βασιλέα· τάχα γὰρ οὐδὲ πιστεύσειν αὐτὸν ὅτι ἀτυχῶς μέν, ἀλλὰ διελέχθη· δόξει δὲ καταπροδιδόναι τὴν ὑπηρεσίαν χαριζόμενος τῇ βασιλίδι.
6.2 Ἐδεδοίκει δὲ μὴ καὶ πρὸς ἐκείνην Καλλιρρόη κατείπῃ τοὺς λόγους. Στάτειραν δὲ βαρυθυμοῦσαν μέγα τι βουλεύσειν αὐτῷ κακὸν ὡς οὐχ ὑπηρετοῦντι μόνον ἀλλὰ καὶ κατασκευάζοντι τὸν ἔρωτα. Καὶ ὁ μὲν εὐνοῦχος ἐσκέπτετο πῶς ἂν ἀσφαλῶς ἀπαγγείλῃ βασιλεῖ περὶ τῶν γεγονότων· Καλλιρρόη δὲ καθ’ ἑαυτὴν γενομένη ταῦτα φησὶν “ἐγὼ προυμαντευόμην.

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi