Kitap 5
4.3
Τὴν νίκην δὲ ἑκάτερος αὐτῶν ἐν ταῖς χερσὶν ἔχειν ὑπελάμβανε· Διονύσιος μὲν θαρρῶν ταῖς ἐπιστολαῖς αἷς ἔγραψε Μιθριδάτης πρὸς Καλλιρρόην ὀνόματι Χαιρέου ʽζῆν γὰρ οὐδέποτε Χαιρέαν προσεδόκἀ, Μιθριδάτης δὲ Χαιρέαν ἔχων δεῖξαι ἐπέπειστο ἁλῶναι μὴ δύνασθαι. Προσεποιεῖτο δὲ δεδιέναι καὶ συνηγόρους παρεκάλει, ἵνα διὰ τὸ ἀπροσδόκητον λαμπροτέραν τὴν ἀπολογίαν ποιήσηται.
4.4
Ταῖς δὲ τριάκοντα ἡμέραις Πέρσαι καὶ Περσίδες οὐδὲν ἕτερον διελάλουν ἢ τὴν δίκην ταύτην, ὥστε, εἰ χρὴ τἀληθὲς εἰπεῖν, ὅλη ἡ Βαβυλὼν δικαστήριον ἦν. Ἐδόκει δὲ πᾶσιν ἡ προθεσμία μακρὰ καὶ οὐ τοῖς ἄλλοις μόνον ἀλλὰ καὶ αὐτῷ βασιλεῖ. Ποῖος ἀγὼν Ὀλυμπικὸς ἢ νύκτες Ἐλευσίνιαι προσδοκίαν τοσαύτην ἔσχον σπουδῆς;
4.5
Ἐπεὶ δὲ ἧκεν ἡ κυρία τῶν ἡμερῶν, ἐκαθέσθη βασιλεύς. Ἔστι δὲ οἶκος ἐν τοῖς βασιλείοις ἐξαιρέτως ἀποδεδειγμένος εἰς δικαστήριον, μεγέθει καὶ κάλλει διαφέρων· ἔνθα μέσος μὲν ὁ θρόνος κεῖται βασιλεῖ, παρ’ ἑκάτερα δὲ τοῖς φίλοις καὶ ὅσοι τοῖς ἀξιώμασι καὶ ταῖς ἀρεταῖς ὑπάρχουσιν ἡγεμόνες ἡγεμόνων.
4.6
Περιεστᾶσι δὲ κύκλῳ τὸν θρόνον λοχαγοὶ καὶ ταξίαρχοι καὶ τῶν βασιλέως ἐξελευθέρων τὸ ἐντιμότατον, ὥστε ἐπ’ ἐκείνου τοῦ συνεδρίου καλῶς ἂν εἴποι τις οἱ δὲ θεοὶ πὰρ Ζηνὶ καθήμενοι ἠγορόωντο. Παράγονται δὲ οἱ καθεζόμενοι μετὰ σιγῆς καὶ δέους.
4.7
Τότε οὖν ἕωθεν μὲν πρῶτος ἧκε Μιθριδάτης, δορυφορούμενος ὑπὸ φίλων καὶ συγγενῶν, οὐ πάνυ τι λαμπρὸς οὐδὲ φαιδρός, ἀλλ̓, ὡς ὑπεύθυνος, ἐλεεινός· ἐπηκολούθει δὲ καὶ Διονύσιος Ἑλληνικῷ σχήματι Μιλησίαν στολὴν ἀμπεχόμενος, τὰς ἐπιστολὰς τῇ χειρὶ κατέχων.