Thesauros Edebiyat Roman De Chaerea et Callirhoe

De Chaerea et Callirhoe

De Chaerea et Callirhoe Chariton

Kitap 5

8.5 Προῆλθον δὲ μέχρι ῥημάτων. Χαιρέας μὲν ἔλεγε “πρῶτός εἰμι ἀνήρ,” Διονύσιος δὲ “ἐγὼ βεβαιότερος.” “Μὴ γὰρ ἀφῆκα τὴν γυναῖκα;” “Ἀλλ’ ἔθαψας αὐτήν.” “Δεῖξον γάμου διάλυσιν.” “Τὸν τάφον ὁρᾷς.” “Ἐμοὶ πατὴρ ἐξέδωκεν.” “Ἐμοὶ δὲ αὐτὴ ἑαυτήν.” “Ἀνάξιος εἶ τῆς Ἑρμοκράτους θυγατρός.” “Σὺ μᾶλλον ὁ παρὰ Μιθριδάτῃ δεδεμένος.” “Ἀπαιτῶ Καλλιρρόην.” “Ἐγὼ δὲ κατέχω.” “Σὺ τὴν ἀλλοτρίαν κρατεῖς.” “Σὺ τὴν σὴν ἀπέκτεινας.”
8.6 “Μοιχέ.” “Φονεῦ.” Ταῦτα πρὸς ἀλλήλους μαχόμενοι· οἱ δ’ ἄλλοι πάντες ἤκουον οὐκ ἀηδῶς. Καλλιρρόη μὲν εἱστήκει κάτω βλέπουσα καὶ κλάουσα, Χαιρέαν φιλοῦσα, Διονύσιον αἰδουμένη· βασιλεὺς δὲ μεταστησάμενος ἅπαντας, ἐβουλεύετο μετὰ τῶν φίλων οὐκέτι περὶ Μιθριδάτου, λαμπρῶς γὰρ ἀπελογήσατο, ἀλλὰ εἰ χρὴ διαδικασίαν προθεῖναι περὶ τῆς γυναικός.
8.7 Καὶ τοῖς μὲν ἐδόκει μὴ βασιλικὴν εἶναι τὴν κρίσιν· “τῆς μὲν γὰρ Μιθριδάτου κατηγορίας εἰκότως ἤκουσας, σατράπης γὰρ ἦν,” τούτους δὲ ἰδιώτας πάντας εἶναι· οἱ δὲ πλείονες τἀναντία συνεβούλευον καὶ διὰ τὸν πατέρα τῆς γυναικὸς οὐκ ἄχρηστον γενόμενον τῇ βασιλέως οἰκίᾳ καὶ ὅτι οὐκ ἔξωθεν ἐκάλει τὴν κρίσιν ἐπ’ αὐτόν, ἀλλὰ σχεδὸν μέρος οὖσαν ἧς ἐδίκαζεν ἤδη· τὴν γὰρ ἀληθεστάτην αἰτίαν οὐκ ἤθελον ὁμολογεῖν, ὅτι τὸ τῆς Καλλιρρόης κάλλος δυσαπόσπαστον τοῖς ὁρῶσι.

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi