Kitap 4
3.2
Καταλιπόντες οὖν τοὺς γονεῖς ἐξεπλεύσαμεν τῆς πατρίδος, ἐγὼ μὲν δι’ ἐκεῖνον, ἐκεῖνος δὲ διὰ γυναῖκα Καλλιρρόην τοὔνομα, ἥν, δόξας ἀποτεθνηκέναι, ἔθαψε πολυτελῶς, τυμβωρύχοι δὲ ζῶσαν εὑρόντες εἰς Ἰωνίαν ἐπώλησαν. Τοῦτο γὰρ ἡμῖν ἐμήνυσε δημοσίᾳ βασανιζόμενος Θήρων ὁ λῃστής.
3.3
Ἔπεμψεν οὖν ἡ πόλις ἡ Συρακουσίων τριήρη καὶ πρέσβεις τοὺς ἀναζητήσοντας τὴν γυναῖκα. Ταύτην τὴν τριήρη νυκτὸς ὁρμοῦσαν ἐνέπρησαν βάρβαροι καὶ τοὺς μὲν πολλοὺς ἀπέσφαξαν, ἐμὲ δὲ καὶ τὸν φίλον δήσαντες ἐπώλησαν ἐνταῦθα. Ἡμεῖς μὲν οὖν σωφρόνως ἐφέρομεν τὴν συμφοράν· ἕτεροι δέ τινες τῶν ἡμῖν συνδεδεμένων, οὓς ἀγνοοῦμεν, διαρρήξαντες τὰ δεσμὰ φόνον εἰργάσαντο καὶ σοῦ κελεύσαντος τὴν ἐπὶ τὸν σταυρὸν ἠγόμεθα πάντες.
3.4
Ὁ μὲν οὖν φίλος οὐδὲ ἀποθνήσκων ἐνεκάλει τῇ γυναικί, κροήχθην δὲ αὐτῆς μνημονεῦσαι καὶ τῶν κακῶν αἰτίαν εἰπεῖν ἐκείνην, δι’ ἣν ἐπλεύσαμεν.” Ἔτι λέγοντος αὐτοῦ Μιθριδάτης ἀνεβόησε “Χαιρέαν λέγεις.”
3.5
“Τὸν φίλον” εἶπεν ὁ Πολύχαρμος· “ἀλλὰ δέομαί σου, δέσποτα, κέλευσον τῷ δημίῳ μηδὲ τοὺς σταυροὺς ἡμῶν διαζεῦξαι.” Δάκρυα καὶ στεναγμὸς ἐπηκολούθησε τῷ διηγήματι, καὶ πάντας ἔπεμψε Μιθριδάτης ἐπὶ Χαιρέαν, ἵνα μὴ φθάσῃ τελευτήσας. Εὗρον δὲ τοὺς μὲν ἄλλους ἀνῃρημένους, ἄρτι δ’ ἐκεῖνον ἐπιβαίνοντα τοῦ σταυροῦ.