Kitap 4
2.12
“ἡκέτω” φησὶ “Καλλιρρόη.” Παίοντες οὖν τὸν Πολύχαρμον ἠρώτων τίς ἐστι καὶ πόθεν ἄξουσιν αὐτήν. Ὁ δὲ ἄθλιος ἐν ἀμηχανίᾳ γενόμενος καταψεύσασθαι μὲν οὐδεμιᾶς ἤθελε· “τί δὲ μάτην” εἶπε “θορυβεῖσθε ζητοῦντες τὴν οὐ παροῦσαν; Καλλιρρόης ἐγὼ Συρακουσίας ἐμνημόνευσα, θυγατρὸς
2.13
Ἑρμοκράτους τοῦ στρατηγοῦ.” Ταῦτα ἀκούσας Μιθριδάτης ἐρυθήματος ἐνεπλήσθη καὶ ἵδρου τὰ ἔνδον, καί που καὶ δάκρυον αὐτοῦ μὴ θέλοντος προύκεσεν, ὥστε καὶ τὸν Πολύχαρμον διασιωπῆσαι καὶ πάντας ἀπορεῖν τοὺς παρόντας. Ὀψὲ δὲ καὶ μόλις ὁ Μιθριδάτης συναγαγὼν ἑαυτὸν “τί δὲ σοὶ” φησὶ “πρᾶγμα πρὸς Καλλιρρόην ἐκείνην, καὶ διὰ τί μέλλων ἀποθνήσκειν ἐμνημόνευσας αὐτῆς;” Ὁ δὲ ἀπεκρίνατο “μακρὸς ὁ μῦθος, ὦ δέσποτα, καὶ πρὸς οὐδὲν ἔτι χρήσιμός μοι.
2.14
Οὐκ ἐνοχλήσω δέ σε ληρῶν ἀκαίρως, ἅμα δὲ καὶ δέδοικα μή, ἐὰν βραδύνω φθάσῃ μὲ ὁ φίλος· θέλω δὲ αὐτῷ καὶ συναποθανεῖν.” Ἐπεκλάσθησαν αἱ ὀργαὶ τῶν ἀκουόντων καὶ ὁ θυμὸς εἰς ἔλεον μετέπεσε, Μιθριδάτης δὲ ὑπὲρ πάντας συνεχύθη καὶ “μὴ δέδιθι” φησίν, “οὐ γὰρ ἐνοχλήσεις μοι διηγούμενος·
2.15
ἔχω γὰρ ψυχὴν φιλάνθρωπον. Λέγε πάντα θαρρῶν καὶ μηδὲν παραλίπῃς, τίς εἶ καὶ πόθεν, καὶ πῶς ἦλθες εἰς Καρίαν καὶ διὰ τί σκάπτεις δεδεμένος; μάλιστα δέ μοι διήγησαι περὶ Καλλιρρόης καὶ τίς ὁ φίλος.”
3.1
Ἤρξατο οὖν ὁ Πολύχαρμος λέγειν “ἡμεῖς, οἱ δύο δεσμῶται, Συρακούσιοι γένος ἐσμέν. Ἀλλ’ ὁ μὲν ἕτερος νεανίσκος πρῶτος Σικελίας δόξῃ τε καὶ πλούτῳ καὶ εὐμορφίᾳ ποτέ, ἐγὼ δὲ εὐτελὴς μέν, συμφοιτητὴς δὲ ἐκείνου καὶ φίλος.