Thesauros Edebiyat Roman De Chaerea et Callirhoe

De Chaerea et Callirhoe

De Chaerea et Callirhoe Chariton

Kitap 4

4.3 Μόνος καὶ ξένος εἰς πόλιν ἀπέρχῃ τὴν μεγίστην καὶ ἀνδρὸς πλουσίου καὶ πρωτεύοντος ἐν Ἰωνίᾳ θέλεις ἀποσπάσαι γυναῖκα ἐξαιρέτως αὐτῷ συναφθεῖσαν ποίᾳ δυνάμει πεποιθώς; μακρὰν Ἑρμοκράτης σου καὶ Μιθριδάτης οἱ μόνοι σύμμαχοι, πενθῆσαι δυνάμενοί σε μᾶλλον ἢ βοηθῆσαι.
4.4 Φοβοῦμαι καὶ τὴν τύχην τοῦ τόπου. Δεινὰ μὲν ἐκεῖ πέπονθας ἤδη· δόξει δέ σοι τὰ τότε φιλανθρωπότερα. Τότε Μίλητος ἦν. Ἐδέθης μέν, ἀλλ’ ἔζησας· ἐπράθης, ἀλλ’ ἐμοί. Νῦν δέ, ἂν αἴσθηται Διονύσιος ἐπιβουλεύοντα τοῖς γάμοις αὐτοῦ, τίς σε θεῶν δυνήσεται σῶσαι; Παραδοθήσῃ δὲ ἀντεραστῇ τυράννῳ, καὶ τάχα μὲν οὐδὲ πιστευθήσῃ Χαιρέας εἶναι, κινδυνεύσεις δὲ μᾶλλον, κἂν ἀληθῶς εἶναί σε νομίσῃ.
4.5 Σὺ μόνος ἀγνοεῖς τὴν φύσιν τοῦ ἔρωτος, ὅτι οὗ??ʼος ὁ θεὸς ἀπάταις χαίρει καὶ δόλοις; δοκεῖ δέ μοι πρῶτον ἀποπειραθῆναί σε τῆς γυναικὸς διὰ γραμμάτων εἰ μέμνηταί σου καὶ Διονύσιον θέλει καταλιπεῖν ἢ κείνου βούλεται οἶκον ὀφέλλειν, ὅς κεν ὀπυίῃ.
4.6 Ἐπιστολὴν γράψον αὐτῇ· λυπηθήτω, χαρήτω, ζητησάτω, καλεσάτω· τῆς δὲ τῶν γραμμάτων διαπομπῆς ἐγὼ προνοήσομαι. Βάδιζε καὶ γράφε.” Πείθεται Χαιρέας καὶ μόνος ἐπ’ ἐρημίας γενόμενος ἤθελε γράφειν, ἀλλ’ οὐκ ἐδύνατο, δακρύων ἐπιρρεόντων καὶ τῆς χειρὸς αὐτοῦ τρεμούσης. Ἀποκλαύσας δὲ τὰς ἑαυτοῦ συμφορὰς μόλις ἤρξατο τοιαύτης ἐπιστολῆς·
4.6 ΚΑΛΛΙΡΡΟΗι ΧΑΙΡΕΑΣ

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi