Thesauros Edebiyat Roman De Chaerea et Callirhoe

De Chaerea et Callirhoe

De Chaerea et Callirhoe Chariton

Kitap 3

8.1 Ἀγωνιῶσα δὲ Καλλιρρόη μὴ προδοθῇ τὸ ἀπόρρητον αὐτῆς, ἠξίωσεν ἐλευθερωθῆναι Πλαγγόνα, τὴν μόνην αὐτῇ συνειδυῖαν ὅτι πρὸς Διονύσιον ἦλθεν ἐγκύμων, ἵνα μὴ μόνον ἐκ τῆς γνώμης ἀλλὰ καὶ ἐκ τῆς τύχης ἔχῃ τὸ πιστὸν παρ’ αὐτῆς. “Ἄσμενοσ” εἶπεν ὁ Διονύσιος “ἀμείβομαι Πλαγγόνα διακονίας ἐρωτικῆς.
8.2 Ἄδικον δὲ ποιοῦμεν εἰ τὴν θεραπαινίδα τετιμήκαμεν, οὐκ ἀποδώσομεν δὲ τὴν χάριν τῇ Ἀφροδίτῃ, παρ’ ᾗ πρῶτον ἀλλήλους εἴδομεν.” “Κἀγὼ” φησὶν ἡ Καλλιρρόη “σοῦ θέλω μᾶλλον· ἔχω γὰρ αὐτῇ μείζονα χάριν. Νῦν μὲν οὖν λεχὼ ἔτι εἰμί, περιμείναντες δὲ ὀλίγας ἡμέρας ἀσφαλέστερον ἄπιμεν εἰς τοὺς ἀγρούς.”
8.3 Ταχέως δὲ αὑτὴν ἀνέλαβεν ἐκ τοῦ τόκου καὶ κρείττων ἐγένετο καὶ μείζων, οὐκέτι κόρη, ἀλλὰ γυναικὸς ἀκμὴν προσλαβοῦσα. Παραγενομένων δὲ αὐτῶν εἰς τὸν ἀγρὸν μεγαλοπρεπεῖς θυσίας παρεσκεύασε Φωκᾶς· καὶ γὰρ πλῆθος ἐπηκολούθησεν ἐξ ἄστεος. Καταρχόμενος οὖν ὁ Διονύσιος ἑκατόμβης “δέσποινα” φησὶν “Ἀφροδίτη, σύ μοι πάντων ἀγαθῶν αἰτία.
8.4 Παρὰ σοῦ Καλλιρρόην ἔχω, παρὰ σοῦ τὸν υἱόν, καὶ ἀνήρ εἰμι διὰ σὲ καὶ πατήρ. Ἐμοὶ μὲν ἤρκει Καλλιρρόη καὶ πατρίδος μοι καὶ γονέων γλυκυτέρα, φιλῶ δὲ τὸ τέκνον ὅτι μοι τὴν μητέρα βεβαιοτέραν πεποίηκεν. Ὅμηρον ἔχω τῆς εὐνοίας τῆς πρὸς αὐτήν. Ἱκετεύω σε, δέσποινα, σῶζε ἐμοὶ μὲν Καλλιρρόην, Καλλιρρόῃ
8.5 δὲ τὸν υἱόν.” Ἐπευφήμησε τὸ πλῆθος τῶν περιεστηκότων καὶ οἱ μὲν ῥόδοις οἱ δὲ ἴοις οἱ δὲ αὐτοῖς στεφάνοις ἐφυλλοβόλησαν αὐτούς, ὥστε πλησθῆναι τὸ τέμενος ἀνθέων. Διονύσιος μὲν οὖν πάντων ἀκουόντων εἶπε τὴν εὐχήν, Καλλιρρόη δὲ μόνη ἠθέλησε πρὸς τὴν Ἀφροδίτην λαλῆσαι.

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi