Kitap 3
4.12
καὶ προσέταξαν οἱ ἄρχοντες καταβῆναι τὸν πρῶτον εἰπόντα· ἀρνουμένου δὲ Θήρωνος ὁ ἁλιεὺς μᾶλλον ἐπιστεύθη. Βασανιστὰς εὐθὺς ἐκάλουν καὶ μάστιγες προσεφέροντο τῷ δυσσεβεῖ· καόμενος δὲ καὶ τεμνόμενος ἀντεῖχεν ἐπὶ πλέον καὶ μικροῦ δεῖν ἐνίκησε τὰς βασάνους.
4.13
Ἀλλὰ μέγα τὸ συνειδὸς ἑκάστῳ καὶ παγκρατὴς ἡ ἀλήθεια· μόλις μὲν γὰρ καὶ βραδέως ἀλλ̓ ὡμολόγησεν ὁ Θήρων. Ἤρξατο οὖν διηγεῖσθαι “πλοῦτον θαπτόμενον ἰδὼν συνήγαγον λῃστάς.
4.14
Ἠνοίξαμεν τὸν τάφον· εὕρομεν ζῶσαν τὴν νεκράν· πάντα συλήσαντες ἐνεθήκαμεν τῷ κέλητι· πλεύσαντες εἰς Μίλητον μόνην ἐπωλήσαμεν τὴν γυναῖκα, τὰ δὲ λοιπὰ διεκομίζομεν εἰς Κρήτην· ἐξωσθέντες δὲ εἰς τὸν Ἰόνιον ὑπὸ ἀνέμων ἃ πεπόνθαμεν καὶ ὑμεῖς ἑωράκατε.” Πάντα εἰπὼν μόνον τοὔνομα οὐκ ἐμνημόνευσε τοῦ πριαμένου.
4.15
Ῥηθέντων δὲ τούτων χαρὰ καὶ λύπη πάντας εἰσῆλθε· χαρὰ μὲν ὅτι ζῇ Καλλιρρόη, λύπη δὲ ὅτι πέπραται. Θήρωνι μὲν οὖν θανάτου ψῆφος ἠνέχθη, Χαιρέας δὲ ἱκέτευε μηδέπω θνήσκειν τὸν ἄνθρωπον, “ἵνα μοι” φησὶν “ἐλθὼν μηνύσῃ τοὺς ἀγοράσαντας. Λογίσασθέ μου τὴν ἀνάγκην· συνηγορῶ τῷ πωλήσαντί
4.16
μου τὴν γυναῖκα.” Τοῦτο Ἑρμοκράτης ἐκώλυσε γενέσθαι “βέλτιον” εἰπὼν “ποιήσασθαι τὴν ζήτησιν ἐπιπονωτέραν ἢ λυθῆναι τοὺς νόμους. Δέομαι δὲ ὑμῶν, ἄνδρες Συρακούσιοι, μνησθέντας στρατηγίας τῆς ἐμῆς καὶ τροπαίων ἀποδοῦναί μοι ταύτην τὴν χάριν εἰς τὴν θυγατέρα. Πέμψατε πρεσβείαν ὑπὲρ αὐτῆς·