Kitap 2
3.6
Θεασάμενος οὖν ὁ Διονύσιος ἀνεβόησεν “ἵλεως εἴης, ὦ Ἀφροδίτη, καὶ ἐπ’ ἀγαθῷ μοι φανείης.” Καταπίπτοντα δὲ αὐτὸν ἤδη Λεωνᾶς ὑπέλαβε καὶ “αὕτη” φησίν, “ὦ δέσποτα, ἡ νεώνητος· μηδὲν ταραχθῇς. Καὶ σὺ δέ, ὦ γύναι, πρόσελθε τῷ κυρίῳ.” Καλλιρρόη μὲν οὖν πρὸς τοὔνομα τοῦ κυρίου πηγὴν ἀφῆκε δακρύων, κάτω κύψασα, ὀψὲ μεταμανθάνουσα τὴν ἐλευθερίαν· ὁ δὲ Διονύσιος, πλήξας τὸν Λεωνᾶν “ἀσεβέστατε” εἶπεν, “ὡς ἀνθρώποις διαλέγῃ τοῖς θεοῖς;
3.7
Σὺ ταύτην λέγεις ἀργυρώνητον καὶ ὡς οὐχ εὗρες τὸν πιπράσκοντα; οὐκ ἤκουσας οὐδὲ Ὁμήρου διδάσκοντος ἡμᾶς καί τε θεοὶ ξείνοισιν ἐοικότες ἀλλοδαποῖσιν ἀνθρώπων ὕβριν τε καὶ εὐνομίην ἐφορῶσι. ” “τὸ γοῦν λοιπὸν παῦσαί μου καταγελῶν καὶ θεὸν
3.8
εἶναι νομίζων τὴν οὐδὲ ἄνθρωπον εὐτυχῆ.” Λαλούσης δὲ αὐτῆς ἡ φωνὴ τῷ Διονυσίῳ θεία τις ἐφάνη· μουσικὸν γὰρ ἐφθέγγετο καὶ ὥσπερ κιθάρας ἀπεδίδου τὸν ἦχον. Ἀπορηθεὶς οὖν καὶ ἐπὶ πλέον ὁμιλεῖν καταιδεσθεὶς ἀπῆλθεν εἰς τὴν ἔπαυλιν, φλεγόμενος ἤδη τῷ ἔρωτι. Μετ’ οὐ πολὺ δὲ ἧκεν ἐξ ἄστεος ἡ παρασκευή, καὶ ταχεῖα φήμη διέδραμε τοῦ γεγονότος.
3.9
Ἔσπευδον οὖν πάντες τὴν γυναῖκα ἰδεῖν, προσεποιοῦντο δὲ πάντες τὴν Ἀφροδίτην προσκυνεῖν. Αἰδουμένη δὲ ἡ Καλλιρρόη τὸ πλῆθος οὐκ εἶχεν ὅ τι πράξειε· πάντα γὰρ ἦν αὐτῇ ξένα καὶ οὐκ ἔβλεπεν οὐδὲ τὴν συνήθη Πλαγγόνα, ἀλλ’ ἐκείνη περὶ τὴν ὑποδοχὴν ἐγίνετο τοῦ δεσπότου.