Kitap 2
11.3
στρατηγεῖν ἤδη δυνάμενον. Ἐναντίαν μοι φέρεις, τέκνον, ψῆφον καὶ οὐκ ἐπιτρέπεις ἡμῖν ἀποθανεῖν. Πυθώμεθά σου καὶ τοῦ πατρός. Μᾶλλον δὲ εἴρηκεν· αὐτὸς γάρ μοι παραστὰς ἐν τοῖς ὀνείροις ʽπαρατίθεμαί σοἰ φησὶ ʽτὸν υἱόν.ʼ Μαρτύρομαί σε, Χαιρέα, σύ
11.4
με Διονυσίῳ νυμφαγωγεῖς.” Ταύτην μὲν οὖν τὴν ἡμέραν καὶ τὴν νύκτα ἐν τούτοις ἦν τοῖς λογισμοῖς καὶ οὐ δι’ αὑτὴν ἀλλὰ διὰ τὸ βρέφος ἐπείθετο ζῆν· τῆς δὲ ὑστεραίας ἐλθοῦσα ἡ Πλαγγὼν πρῶτον μὲν καθῆστο σκυθρωπὴ καὶ σχῆμα συμπαθὲς ἐπεδείξατο,
11.5
σιγὴ δὲ ἦν ἀμφοτέρων. Ἐπεὶ δὲ μακρὸς ἐγίνετο χρόνος, ἡ Πλαγγὼν ἐπύθετο “τί σοι δέδοκται; τί ποιῶμεν; καιρὸς γὰρ οὐκ ἔστι τοῦ μέλλειν.” Καλλιρρόη δὲ ἀποκρίνασθαι μὲν ταχέως οὐκ ἐδύνατο κλάουσα καὶ συγκεχυμένη, μόλις δὲ εἶπε “τὸ τέκνον με προδίδωσιν ἀκούσης ἐμοῦ· σὺ πρᾶττε τὸ συμφέρον· δέδοικα δὲ μή, κἂν ὑπομείνω τὴν ὕβριν, Διονύσιός μου καταφρονήσῃ τῆς τύχης καὶ παλλακὴν μᾶλλον ἢ γυναῖκα νομίσας οὐ θρέψῃ τὸ ἐξ ἄλλου γεννώμενον
11.6
κἀγὼ μάτην ἀπολέσω τὴν σωφροσύνην.” Ἔτι λεγούσης ἡ Πλαγγὼν ὑπολαβοῦσα “ἔγωγε” φησὶ “περὶ τούτων προτέρα σοῦ βεβούλευμαι· δὲ γὰρ τοῦ δεσπότου μᾶλλον ἤδη φιλῶ. Πιστεύω μὲν οὖν Διονυσίου τῷ τρόπῳ, χρηστὸς γάρ ἐστιν· ἐξορκιῶ δ’ ὅμως αὐτόν, κἂν δεσπότης ᾖ· δεῖ πάντα ἡμᾶς ἀσφαλῶς πράττειν. Καὶ σύ, τέκνον, ὅπως μ̓ ἀντευποιήσεις. Ἄπειμι δὲ ἐγὼ τὴν πρεσβείαν κομιοῦσα.”