Kitap 2
1.5
γενέσθαι νομίμως τὴν καταγραφήν.” Ὁ δὲ Διονύσιος τὸ μὲν κάλλος ἡδέως ἤκουσε τῆς γυναικὸς ʽἦν γὰρ φιλογύνης ἀληθῶσ̓, τὴν δὲ δουλείαν ἀηδῶς· ἀνὴρ γὰρ βασιλικός, διαφέρων ἀξιώματι καὶ παιδείᾳ τῆς ὅλης Ἰωνίας, ἀπηξίου κοίτην θεραπαινίδος, καὶ “ἀδύνατον” εἶπεν, “ὦ Λεωνᾶ, καλὸν εἶναι σῶμα μὴ πεφυκὸς ἐλεύθερον. Οὐκ ἀκούεις τῶν ποιητῶν ὅτι θεῶν παῖδές εἰσιν οἱ καλοί, πολὺ δὲ πρότερον ἀνθρώπων εὐγενῶν; σοὶ δὲ ἤρεσεν ἐπ’ ἐρημίας· συνέκρινας γὰρ αὐτὴν ταῖς ἀγροίκοις.
1.6
Ἀλλ’ ἐπείπερ ἐπρίω, βάδιζε εἰς τὴν ἀγοράν· Ἄδραστος δὲ ὁ ἐμπειρότατος τῶν νόμων διοικήσει τὰς καταγραφάς.” Ἔχαιρεν ὁ Λεωνᾶς ἀπιστούμενος· τὸ γὰρ ἀπροσδόκητον ἔμελλε τὸν δεσπότην μᾶλλον ἐκπλήσσειν. Περιιὼν δὲ τοὺς Μιλησίων λιμένας ἅπαντας καὶ τὰς τραπέζας καὶ τὴν πόλιν ὅλην οὐδαμοῦ Θήρωνα εὑρεῖν ἐδύνατο.
1.7
Ἐμπόρους ἐξήταζε καὶ πορθμεῖς, ἐγνώριζε δὲ οὐδείς. Ἐν πολλῇ τοίνυν ἀπορίᾳ γενόμενος κωπήρεις λαβὼν παρέπλευσεν ἐπὶ τὴν ἀκτὴν κἀκεῖθεν ἐπὶ τὸ χωρίον· οὐκ ἔμελλε δὲ εὑρήσειν τὸν ἤδη πλέοντα. Μόλις οὖν καὶ βραδέως ἀπῆλθε πρὸς τὸν δεσπότην.
1.8
Ἰδὼν δ’ αὐτὸν ὁ Διονύσιος σκυθρωπὸν ἤρετο τί πέπονθεν· ὁ δέ φησιν “ἀπολώλεκά σοι, ὦ δέσποτα, τάλαντον.” “Συμβαῖνον” εἶπεν ὁ Διονύσιος “ἀσφαλέστερόν σε τοῦτο πρὸς τὰ λοιπὰ ποιήσει. Τί δ’ ὅμως συμβέβηκε; μή τι ἡ νεώνητος ἀποδέδρακεν;” “Οὐκ ἐκείνη” φησὶν “ἀλλ’ ὁ πωλήσας.” “Ἀνδραποδιστὴς ἄρα ἦν, καὶ ἀλλοτρίαν σοι πέπρακε δούλην διὰ τοῦτο ἐπ’ ἐρημίας.