Kitap 2
10.3
δι’ ἧς τὸ παιδίον θρέψει. Πολλὰ τοίνυν ἀρνησαμένη, δύο καὶ τρεῖς ἡμέρας ὑπερθεμένη τὴν ἀπόκρισιν, ἐπειδὴ μᾶλλον ἐξέκαυσεν αὐτὴν πρὸς τὰς δεήσεις, ἀξιοπιστοτέρα γενομένη πρῶτον μὲν αὐτὴν ἐξώρκισε μηδενὶ κατειπεῖν τὴν τέχνην, ἔπειτα συναγαγοῦσα τὰς ὀφρῦς καὶ τρίψασα τὰς χεῖρας “τὰ μεγάλα” φησὶ “τῶν πραγμάτων, ὦ γύναι, μεγάλαις ἐπινοίαις κατορθοῦται· κἀγὼ διὰ τὴν εὔνοιαν τὴν πρὸς σὲ προδίδωμι τὸν δεσπότην.
10.4
Ἴσθι τοίνυν ὅτι δεήσει δυοῖν θάτερον, ἢ παντάπασιν ἀπολέσθαι τὸ παιδίον ἢ γεννηθῆναι πλουσιώτατον Ἰώνων, κληρονόμον τῆς λαμπροτάτης οἰκίας. Καὶ σὲ τὴν μητέρα ποιήσει μακαρίαν. Ἑλοῦ δέ, πότερον θέλεις.” “Καὶ τίς οὕτωσ” εἶπεν “ἀνόητος, ἵνα τεκνοκτονίαν ἀντ̓ εὐδαιμονίας ἕληται; δοκεῖς δέ μοί τι ἀδύνατον καὶ ἄπιστον λέγειν, ὥστε σαφέστερον αὐτὸ δήλωσον.”
10.5
Ἤρετο οὖν ἡ Πλαγγὼν “πόσον δοκεῖς χρόνον ἔχειν τῆς συλλήψεως;” Ἡ δὲ “δύο μῆνασ” εἶπεν. “Ὁ χρόνος οὖν ἡμῖν βοηθεῖ· δύνασαι γὰρ δοκεῖν ἑπταμηνιαῖον ἐκ Διονυσίου τετοκέναι.” Πρὸς τοῦτο ἀνέκραγεν
10.6
ἡ Καλλιρρόη “μᾶλλον ἀπολέσθω.” Καὶ ἡ Πλαγγὼν κατειρωνεύσατο αὐτῆς “καλῶς, ὦ γύναι, φρονεῖς, βουλομένη μᾶλλον ἐκτρῶσαι. Τοῦτο πράττωμεν· ἀκινδυνότερον γὰρ ἢ ἐξαπατᾶν δεσπότην. Πανταχόθεν ἀπόκοψόν σου τὰ τῆς εὐγενείας ὑπομνήματα,