Thesauros Edebiyat Roman De Chaerea et Callirhoe

De Chaerea et Callirhoe

De Chaerea et Callirhoe Chariton

Kitap 2

1.1 Λεωνᾶς δὲ κελεύσας Φωκᾷ τῷ οἰκονόμῳ πολλὴν ἐπιμέλειαν ἔχειν τῆς γυναικὸς αὐτὸς ἔτι νυκτὸς ἐξῆλθεν εἰς τὴν Μίλητον, σπεύδων εὐαγγελίσασθαι τῷ δεσπότῃ τὰ περὶ τῆς νεωνήτου, μεγάλην οἰόμενος αὐτῷ φέρειν τοῦ πένθους παραμυθίαν. Εὗρε δὲ ἔτι κατακείμενον τὸν Διονύσιον· ἀλύων γὰρ ὑπὸ τῆς λύπης οὐδὲ προῄει τὰ πολλά, καίτοι ποθούσης αὐτὸν τῆς πατρίδος, ἀλλὰ διέτριβεν ἐν τῷ θαλάμῳ, ὡς ἔτι παρούσης αὐτῷ τῆς γυναικός.
1.2 Ἰδὼν δὲ τὸν Λεωνᾶν ἔφη πρὸς αὐτὸν “μίαν ταύτην ἐγὼ νύκτα μετὰ τὸν θάνατον τῆς ἀθλίας ἡδέως κεκοίμημαι· καὶ γὰρ εἶδον αὐτὴν ἐναργῶς μείζονά τε καὶ κρείττονα γεγενημένην, καὶ ὡς ὕπαρ μοι συνῆν. Ἔδοξα δὲ εἶναι τὴν πρώτην ἡμέραν τῶν γάμων καὶ ἀπὸ τῶν χωρίων μου τῶν παραθαλαττίων αὐτὴν νυμφαγωγεῖν, σοῦ μοι τὸν ὑμέναιον ᾅδοντος.” Ἔτι δὲ αὐτοῦ διηγουμένου,
1.3 Λεωνᾶς ἀνεβόησεν “εὐτυχὴς εἶ, δέσποτα, καὶ ὄναρ καὶ ὕπαρ. Μέλλεις ἀκούειν ταῦτα, ἃ τεθέασαι.” Καὶ ἀρξάμενος αὐτῷ διηγεῖται “προσῆλθέ μοί τις ἔμπορος πιπράσκων γυναῖκα καλλίστην, διὰ δὲ τοὺς τελώνας ἔξω τῆς πόλεως ὥρμισε τὴν ναῦν πλησίον τῶν σῶν χωρίων.
1.4 Κἀγὼ συνταξάμενος ἀπῆλθον εἰς ἀγρόν. Ἐκεῖ δὲ συμβαλόντες ἀλλήλοις ἔργῳ μὲν τὴν πρᾶσιν ἀπηρτίκαμεν· ἐγὼ γὰρ ἐκείνῳ τάλαντον δέδωκα· δεῖ δὲ ἐνταῦθα
1 / 21 Sonraki →

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi