Thesauros Edebiyat Roman De Chaerea et Callirhoe

De Chaerea et Callirhoe

De Chaerea et Callirhoe Chariton

Kitap 1

13.11 Χρήσασθαι δὲ τοῖς ἐνταφίοις δυσοιώνιστον ὑπολαμβάνω. Πάντα μοι φυλάξατε καλῶς· ἐμοὶ δὲ ἀρκεῖ δακτυλίδιον μικρόν, ὃ εἶχον καὶ νεκρά.” Εἶτα συγκαλυψαμένη τὴν κεφαλὴν “ἄγε με” φησίν, “ὦ Θήρων, ὅποι ποτὲ θέλεις· πᾶς γὰρ τόπος θαλάσσης καὶ τάφου κρείσσων.”
14.1 Ὡς δὲ πλησίον ἐγένετο τῆς ἐπαύλεως ὁ Θήρων, ἐστρατήγησέ τι τοιοῦτον. Ἀποκαλύψας τὴν Καλλιρρόην καὶ λύσας αὐτῆς τὴν κόμην, διανοίξας τὴν θύραν, πρώτην ἐκέλευσεν εἰσελθεῖν. Ὁ δὲ Λεωνᾶς καὶ πάντες οἱ ἔνδον ἐπιστάσης αἰφνίδιον κατεπλάγησαν, δοκοῦντες θεὰν ἑωρακέναι· καὶ γὰρ ἦν τις λόγος ἐν τοῖς ἀγροῖς Ἀφροδίτην ἐπιφαίνεσθαι.
14.2 Καταπεπληγμένων δὲ αὐτῶν κατόπιν ὁ Θήρων ἑπόμενος προσῆλθε τῷ Λεωνᾷ καὶ “ἀνάστα” φησὶ “καὶ γενοῦ περὶ τὴν ὑποδοχὴν τῆς γυναικός· αὕτη γάρ ἐστιν ἣν θέλεις ἀγοράσαι.” Χαρὰ καὶ θαυμασμὸς ἐπηκολούθησε πάντων.
14.3 Τὴν μὲν οὖν Καλλιρρόην ἐν τῷ καλλίστῳ τῶν οἰκημάτων κατακλίναντες εἴασαν ἡσυχάζειν· καὶ γὰρ ἐδεῖτο πολλῆς ἀναπαύσεως ἐκ λύπης καὶ καμάτου καὶ φόβου· Θήρων δὲ τῆς δεξιᾶς λαβόμενος τοῦ Λεωνᾶ “τὰ μὲν παρ’ ἐμοῦ σοι” φησὶ “πιστῶς πεπλήρωται, σὺ δὲ ἔχε μὲν ἤδη τὴν γυναῖκα ʽφίλος γὰρ εἶ λοιπόν̓, ἧκε δὲ εἰς ἄστυ καὶ λάμβανε τὰς καταγραφὰς καὶ τότε μοι τιμήν,
14.4 ἣν θέλεις, ἀποδώσεις.” Ἀμείψασθαι δὲ θέλων ὁ Λεωνᾶς “οὐ μὲν οὖν” φησὶν “ἀλλὰ κἀγώ σοι τὸ ἀργύριον ἤδη πιστεύω πρὸ τῆς καταγραφῆς,” ἅμα δὲ καὶ προκαταλαβεῖν ἤθελε, δεδιὼς μὴ ἄρα μετάθηται· πολλοὺς γὰρ ἂν ἐν τῇ πόλει γενέσθαι τοὺς ἐθέλοντας ὠνεῖσθαι.

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi