Kitap 1
6.4
εἶτα πλοῦτος ἐνταφίων βασιλικός· πρῶτος μὲν ὁ τῆς φερνῆς χρυσός τε καὶ ἄργυρος καὶ ἐσθήτων κάλλος καὶ κόσμος ʽσυνέπεμψε δὲ Ἑρμοκράτης πολλὰ ἐκ τῶν λαφύρων’ συγγενῶν τε δωρεαὶ καὶ φίλων, τελευταῖος δὲ ὁ Χαιρέου πλοῦτος· ἐπεθύμει γάρ, εἰ δυνατὸν ἦν, πᾶσαν τὴν οὐσίαν συγκαταφλέξαι τῇ γυναικί.
6.5
Ἔφερον δὲ τὴν κλίνην οἱ Συρακουσίων ἔφηβοι, καὶ ἐπηκολούθει τὸ πλῆθος. Πάντων δὲ θρηνούντων μάλιστα Χαιρέας ἠκούετο. Ἦν δὲ τάφος μεγαλοπρεπὴς Ἑρμοκράτους πλησίον τῆς θαλάσσης, ὥστε καὶ τοῖς πόρρωθεν πλέουσι περίβλεπτος εἶναι· τοῦτον ὥσπερ θησαυρὸν ἐπλήρωσεν ἡ τῶν ἐνταφίων πολυτέλεια. Τὸ δὲ δοκοῦν εἰς τιμὴν τῆς νεκρᾶς γεγονέναι μειζόνων πραγμάτων ἐκίνησεν ἀρχήν.