Thesauros Edebiyat Roman τὰ κατὰ Λευκίππην καὶ Kλειτoφῶντα

τὰ κατὰ Λευκίππην καὶ Kλειτoφῶντα

τὰ κατὰ Λευκίππην καὶ Kλειτoφῶντα Achilles Tatius

Kitap 8

6.3 Ἡ σύριγξ αὐλοὶ μέν εἰσι πολλοί, κάλαμος δὲ τῶν αὐλῶν ἕκαστος· αὐλοῦσι δὲ οἱ κάλαμοι πάντες ὥσπερ αὐλὸς εἷς· σύγκεινται δὲ στοιχηδὸν ἄλλος ἐπ’ ἄλλον ἡνωμένος.
6.4 Τὸ πρόσωπον ἰσοστάσιον καὶ τὸ νῶτον, καὶ ὅσοι εἰσὶ τῶν καλάμων βραχὺ μικρῷ λειπόμενοι, τούτων μείζων ὁ μετὰ τοῦτον, καὶ ἐπὶ τῷ δευτέρῳ τοσοῦτον, ὅσον τοῦ δευτέρου μείζων ὁ μετὰ τοῦτον τρίτος, καὶ κατὰ λόγον οὕτως ὁ λοιπὸς τῶν καλάμων χορὸς ἕκαστον τοῦ πρόσθεν ἴσον ἔχων, τὸ δὲ ἔσω μέσον ἐστὶ τῷ περιττῷ.
6.5 Αἴτιον δὲ τῆς τοιαύτης τάξεως ἡ τῆς ἁρμονίας διανομή. Τὸ μὲν γὰρ ὀξύτατον ἄνω, καὶ ὅσον εἰς τὸ κάτω πρῶτον βαρύ, κατὰ κέρας ἑκάτερον ὁ ἄκρος ἔλαχεν αὐλός· τὰ δὲ μεταξὺ τῶν ἄκρων τοῦ ῥυθμοῦ διαστήματα, πάντες οἱ μεταξὺ κάλαμοι, ἕκαστος ἐπὶ τὸν πέλας τὸ ὀξὺ καταφέρων ἐς τὸν τῷ τελευταίῳ συνάπτει βάρει.
6.6 Ὅσα δὲ ὁ τῆς Ἀθηνᾶς αὐλὸς ἐν τοῖς δακτύλοις λαλεῖ, τοσαῦτα ὁ τοῦ Πανὸς ἐν τοῖς στόμασιν αὐλεῖ. Ἀλλ’ ἐκεῖ μὲν οἱ δάκτυλοι κυβερνῶσι τὰ αὐλήματα, ἐνταῦθα δὲ τοῦ τεχνίτου τὸ στόμα μιμεῖται τοὺς δακτύλους· κἀκεῖ μὲν κλείσας ὁ αὐλητὴς τὰς ἄλλας ὀπὰς μίαν ἀνοίγει μόνην, δι’ ἧς τὸ πνεῦμα καταρρεῖ, ἐνταῦθα δὲ τοὺς μὲν ἄλλους ἐλευθέρους ἀφῆκε καλάμους, μόνῳ δὲ τὸ χεῖλος ἐπιτίθησιν, ὃν ἂν ἐθέλῃ μὴ σιωπᾶν, μεταπηδᾷ τε ἄλλοτε ἐπ’ ἄλλον, ὅποι ποτ’ ἂν ἡ τοῦ κρούματος ἁρμονία καλῇ.
6.7 Οὕτως αὐτῷ περὶ τοὺς αὐλοὺς χορεύει τὸ στόμα. Ἦν δὲ ἡ σύριγξ οὔτε αὐλὸς ἀπ’ ἀρχῆς οὔτε κάλαμος, ἀλλὰ παρθένος εὐειδής. Ὁ Πὰν οὖν ἐδίωκεν αὐτὴν δρόμον ἐρωτικόν, τὴν δὲ ὕλη τις δέχεται δασεῖα φεύγουσαν· ὁ δὲ Πὰν κατὰ πόδας εἰσθορὼν ὤρεγε τὴν χεῖρα ὡς ἐπ’ αὐτήν.

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi