Kitap 8
16.7
ὄπισθεν ἑστὼς ἀποκόπτει τὴν κεφαλὴν αὐτοῦ. Ὁ μὲν οὖν δίκην οὐ μεμπτὴν δοὺς τῆς ἁρπαγῆς ἔρριπτο καὶ αὐτὸς κατὰ τῆς θαλάσσης, οἱ δὲ λῃσταὶ δύο πλεύσαντες ἡμερῶν ἄγουσί με οὐκ οἶδ’ ὅποι γε καὶ πιπράσκουσιν ἐμπόρῳ συνήθει, κἀκεῖνος Σωσθένει.”
17.1
Λέγει δὴ καὶ ὁ Σώστρατος “ἐπεὶ τοίνυν τοὺς ὑμετέρους μύθους, ὦ παιδία, κατελέξατε, φέρε ἀκούσατε” ἔφη “καὶ παρ’ ἐμοῦ τὰ οἴκοι πραχθέντα περὶ Καλλιγόνην τὴν σήν, ὦ Κλειτοφῶν, ἀδελφήν,
17.2
ἵνα μὴ ἀσύμβολος ὦ μυθολογίας παντάπασι.” Κἀγὼ ἀκούσας τὸ τῆς ἀδελφῆς ὄνομα πάνυ τὴν γνώμην ἐπεστράφην καὶ “ἄγε, πάτερ” εἶπον “λέγε· μόνον περὶ ζώσης λέγοις.” Ἄρχεται δὴ λέγειν ἃ φθάνω προειρηκὼς ἅπαντα, τὸν Καλλισθένην, τὸν χρησμόν,
17.3
τὴν θεωρίαν, τὸν λέμβον, τὴν ἁρπαγήν. Εἶτα προσέθηκεν ὅτι “μαθὼν κατὰ τὸν πλοῦν ὡς οὐκ ἦν θυγάτηρ ἐμή, διημαρτήθη δὲ τὸ πᾶν ἔργον αὐτῷ, ἤρα δ᾽ ὅμως καὶ σφόδρα τῆς Καλλιγόνης, προσπεσὼν αὐτῆς τοῖς γόνασι “δέσποινα” εἶπε “μή με νομίσῃς λῃστὴν εἶναί τινα καὶ κακοῦργον, ἀλλὰ γάρ εἰμι τῶν εὖ γεγονότων, γένει Βυζάντιος, δεύτερος οὐδενός· ἔρως δέ με λῃστείας ὑποκριτὴν πεποίηκε καὶ ταύτας ἐπὶ σοὶ πλέξαι τὰς τέχνας. Δοῦλον οὖν με σεαυτῆς ἀπὸ ταύτης τῆς ἡμέρας νόμιζε· καί σοι προῖκα ἐπιδίδωμι τὸ μὲν πρῶτον ἐμαυτόν, ἔπειτα ὅσην οὐκ ἂν ὁ πατὴρ ἐπέδωκέ σοι· τηρήσω δέ σε παρθένον μέχριπερ ἂν σοὶ δοκῇ.” Καὶ ταῦτα %5εἰπὼν καὶ ἔτι τούτων πλείονα εὐαγωγοτέραν τὴν κόρην αὐτῷ γενέσθαι παρεσκεύασεν.